1 Ψαλμὸς τῷ Δαυιδ ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ιουδαίας.
2 Ὁ θεὸς ὁ θεός μου, πρὸς σὲ ὀρθρίζω·
ἐδίψησέν σοι ἡ ψυχή μου.
ποσαπλῶς σοι ἡ σάρξ μου
ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ;
3 οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι
τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου.
4 ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς·
τὰ χείλη μου ἐπαινέσουσίν σε.
5 οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου,
ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου.
6 ὡσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου,
καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου.
7 εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου,
ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ·
8 ὅτι ἐγενήθης βοηθός μου,
καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι.
9 ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου,
ἐμοῦ ἀντελάβετο ἡ δεξιά σου.
10 αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου,
εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς·
11 παραδοθήσονται εἰς χεῖρας ῥομφαίας,
μερίδες ἀλωπέκων ἔσονται.
12 ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ θεῷ,
ἐπαινεσθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ,
ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.