1 Ὠιδὴ τῶν ἀναβαθμῶν·
τῷ Δαυιδ. Κύριε, οὐχ ὑψώθη μου ἡ καρδία,
οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου,
οὐδὲ ἐπορεύθην ἐν μεγάλοις
οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ.
2 εἰ μὴ ἐταπεινοφρόνουν,
ἀλλὰ ὕψωσα τὴν ψυχήν μου
ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ,
ὡς ἀνταπόδοσις ἐπὶ τὴν ψυχήν μου.
3 ἐλπισάτω Ισραηλ ἐπὶ τὸν κύριον
ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.