1 Ὠιδὴ τῶν ἀναβαθμῶν.
Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου,
εἰπάτω δὴ Ισραηλ,
2 πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου,
καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι.
3 ἐπὶ τοῦ νώτου μου ἐτέκταινον οἱ ἁμαρτωλοί,
ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν·
4 κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν.
5 αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω
πάντες οἱ μισοῦντες Σιων.
6 γενηθήτωσαν ὡς χόρτος δωμάτων,
ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη·
7 οὗ οὐκ ἐπλήρωσεν τὴν χεῖρα αὐτοῦ ὁ θερίζων
καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων,
8 καὶ οὐκ εἶπαν οἱ παράγοντες Εὐλογία κυρίου ἐφ᾽ ὑμᾶς,
εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι κυρίου.