1 Ὠιδὴ τῶν ἀναβαθμῶν· τῷ Σαλωμων.
Ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον,
εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν·
ἐὰν μὴ κύριος φυλάξῃ πόλιν,
εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων.
2 εἰς μάτην ὑμῖν ἐστιν τοῦ ὀρθρίζειν,
ἐγείρεσθαι μετὰ τὸ καθῆσθαι,
οἱ ἔσθοντες ἄρτον ὀδύνης,
ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον.
3 ἰδοὺ ἡ κληρονομία κυρίου υἱοί,
ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός.
4 ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ,
οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων.
5 μακάριος ἄνθρωπος, ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν·
οὐ καταισχυνθήσονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλῃ.