1 Ὠιδὴ τῶν ἀναβαθμῶν.
Εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν,
εἰπάτω δὴ Ισραηλ,
2 εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν
ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ᾽ ἡμᾶς,
3 ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς
ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ᾽ ἡμᾶς·
4 ἄρα τὸ ὕδωρ κατεπόντισεν ἡμᾶς,
χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν·
5 ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν
τὸ ὕδωρ τὸ ἀνυπόστατον.
6 εὐλογητὸς κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς
εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν.
7 ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρρύσθη
ἐκ τῆς παγίδος τῶν θηρευόντων·
ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐρρύσθημεν.
8 ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι κυρίου
τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.