1 Ὠιδὴ τῶν ἀναβαθμῶν.
Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη
Πόθεν ἥξει ἡ βοήθειά μου;
2 ἡ βοήθειά μου παρὰ κυρίου
τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.
3 μὴ δῷς εἰς σάλον τὸν πόδα σου,
μηδὲ νυστάξῃ ὁ φυλάσσων σε.
4 ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει
ὁ φυλάσσων τὸν Ισραηλ.
5 κύριος φυλάξει σε,
κύριος σκέπη σου ἐπὶ χεῖρα δεξιάν σου·
6 ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε
οὐδὲ ἡ σελήνη τὴν νύκτα.
7 κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ,
φυλάξει τὴν ψυχήν σου.
8 κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου
ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.