1 Αλληλουια.
Ἐπίστευσα, διὸ ἐλάλησα·
ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.
2 ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου
Πᾶς ἄνθρωπος ψεύστης.
3 τί ἀνταποδώσω τῷ κυρίῳ
περὶ πάντων, ὧν ἀνταπέδωκέν μοι;
4 ποτήριον σωτηρίου λήμψομαι
καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι.
6 τίμιος ἐναντίον κυρίου
ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
7 ὦ κύριε, ἐγὼ δοῦλος σός,
ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου.
διέρρηξας τοὺς δεσμούς μου,
8 σοὶ θύσω θυσίαν αἰνέσεως·
9 τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω
ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ
10 ἐν αὐλαῖς οἴκου κυρίου
ἐν μέσῳ σου, Ιερουσαλημ.