1 Αλληλουια.
Ἠγάπησα, ὅτι εἰσακούσεται κύριος
τῆς φωνῆς τῆς δεήσεώς μου,
2 ὅτι ἔκλινεν τὸ οὖς αὐτοῦ ἐμοί,
καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.
3 περιέσχον με ὠδῖνες θανάτου,
κίνδυνοι ᾅδου εὕροσάν με·
θλῖψιν καὶ ὀδύνην εὗρον.
4 καὶ τὸ ὄνομα κυρίου ἐπεκαλεσάμην
Ὦ κύριε, ῥῦσαι τὴν ψυχήν μου.
5 ἐλεήμων ὁ κύριος καὶ δίκαιος,
καὶ ὁ θεὸς ἡμῶν ἐλεᾷ.
6 φυλάσσων τὰ νήπια ὁ κύριος·
ἐταπεινώθην, καὶ ἔσωσέν με.
7 ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου,
ὅτι κύριος εὐηργέτησέν σε,
8 ὅτι ἐξείλατο τὴν ψυχήν μου ἐκ θανάτου,
τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων
καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος.
9 εὐαρεστήσω ἐναντίον κυρίου ἐν χώρᾳ ζώντων.