1 Αλληλουια.
Ἐξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου
ἐν βουλῇ εὐθείων καὶ συναγωγῇ.
2 μεγάλα τὰ ἔργα κυρίου,
ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ·
3 ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ,
καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
4 μνείαν ἐποιήσατο τῶν θαυμασίων αὐτοῦ,
ἐλεήμων καὶ οἰκτίρμων ὁ κύριος·
5 τροφὴν ἔδωκεν τοῖς φοβουμένοις αὐτόν,
μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ.
6 ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλεν τῷ λαῷ αὐτοῦ
τοῦ δοῦναι αὐτοῖς κληρονομίαν ἐθνῶν.
7 ἔργα χειρῶν αὐτοῦ ἀλήθεια καὶ κρίσις·
πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ,
8 ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,
πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι.
9 λύτρωσιν ἀπέστειλεν τῷ λαῷ αὐτοῦ,
ἐνετείλατο εἰς τὸν αἰῶνα διαθήκην αὐτοῦ·
ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ.
10 ἀρχὴ σοφίας φόβος κυρίου,
σύνεσις ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν.
ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.