1 Ἔστιν πονηρία, ἣν εἶδον ὑπὸ τὸν ἥλιον,
καὶ πολλή ἐστιν ἐπὶ τὸν ἄνθρωπον·
2 ἀνήρ, ᾧ δώσει αὐτῷ ὁ θεὸς
πλοῦτον καὶ ὑπάρχοντα καὶ δόξαν,
καὶ οὐκ ἔστιν ὑστερῶν τῇ ψυχῇ αὐτοῦ
ἀπὸ πάντων, ὧν ἐπιθυμήσει,
καὶ οὐκ ἐξουσιάσει αὐτῷ ὁ θεὸς τοῦ φαγεῖν ἀπ᾽ αὐτοῦ,
ὅτι ἀνὴρ ξένος φάγεται αὐτόν·
τοῦτο ματαιότης καὶ ἀρρωστία πονηρά ἐστιν.
3 ἐὰν γεννήσῃ ἀνὴρ ἑκατὸν καὶ ἔτη πολλὰ ζήσεται,
καὶ πλῆθος ὅ τι ἔσονται ἡμέραι ἐτῶν αὐτοῦ,
καὶ ψυχὴ αὐτοῦ οὐκ ἐμπλησθήσεται ἀπὸ τῆς ἀγαθωσύνης,
καί γε ταφὴ οὐκ ἐγένετο αὐτῷ,
εἶπα Ἀγαθὸν ὑπὲρ αὐτὸν τὸ ἔκτρωμα,
4 ὅτι ἐν ματαιότητι ἦλθεν καὶ ἐν σκότει πορεύεται,
καὶ ἐν σκότει ὄνομα αὐτοῦ καλυφθήσεται,
5 καί γε ἥλιον οὐκ εἶδεν καὶ οὐκ ἔγνω,
ἀνάπαυσις τούτῳ ὑπὲρ τοῦτον.
6 καὶ εἰ ἔζησεν χιλίων ἐτῶν καθόδους
καὶ ἀγαθωσύνην οὐκ εἶδεν,
μὴ οὐκ εἰς τόπον ἕνα τὰ πάντα πορεύεται;
7 Πᾶς μόχθος τοῦ ἀνθρώπου εἰς στόμα αὐτοῦ,
καί γε ἡ ψυχὴ οὐ πληρωθήσεται.
8 ὅτι τίς περισσεία τῷ σοφῷ ὑπὲρ τὸν ἄφρονα;
διότι ὁ πένης οἶδεν πορευθῆναι κατέναντι τῆς ζωῆς.
9 ἀγαθὸν ὅραμα ὀφθαλμῶν ὑπὲρ πορευόμενον ψυχῇ.
καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.
10 Εἴ τι ἐγένετο, ἤδη κέκληται ὄνομα αὐτοῦ,
καὶ ἐγνώσθη ὅ ἐστιν ἄνθρωπος,
καὶ οὐ δυνήσεται τοῦ κριθῆναι μετὰ τοῦ ἰσχυροῦ ὑπὲρ αὐτόν·
11 ὅτι εἰσὶν λόγοι πολλοὶ πληθύνοντες ματαιότητα.
τί περισσὸν τῷ ἀνθρώπῳ;
12 ὅτι τίς οἶδεν τί ἀγαθὸν τῷ ἀνθρώπῳ ἐν τῇ ζωῇ
ἀριθμὸν ἡμερῶν ζωῆς ματαιότητος αὐτοῦ;
καὶ ἐποίησεν αὐτὰς ἐν σκιᾷ·
ὅτι τίς ἀπαγγελεῖ τῷ ἀνθρώπῳ
τί ἔσται ὀπίσω αὐτοῦ ὑπὸ τὸν ἥλιον;