1 ὀλέκομαι πνεύματι φερόμενος, δέομαι δὲ ταφῆς καὶ οὐ τυγχάνω.
2 λίσσομαι κάμνων, καὶ τί ποιήσας;
3 ἔκλεψαν δέ μου τὰ ὑπάρχοντα ἀλλότριοι.* τίς ἐστιν οὗτος; τῇ χειρί μου συνδεθήτω.
4 ὅτι καρδίαν αὐτῶν ἔκρυψας ἀπὸ φρονήσεως,* διὰ τοῦτο οὐ μὴ ὑψώσῃς αὐτούς.
5 τῇ μερίδι ἀναγγελεῖ κακίας,‡ ὀφθαλμοὶ δέ μου ἐφ᾽ υἱοῖς ἐτάκησαν.
6 ἔθου δέ με θρύλημα ἐν ἔθνεσιν, γέλως δὲ αὐτοῖς ἀπέβην·
7 πεπώρωνται γὰρ ἀπὸ ὀργῆς οἱ ὀφθαλμοί μου, πεπολιόρκημαι μεγάλως ὑπὸ πάντων.
8 θαῦμα ἔσχεν ἀληθινοὺς ἐπὶ τούτῳ· δίκαιος δὲ ἐπὶ παρανόμῳ ἐπανασταίη·
9 σχοίη δὲ πιστὸς τὴν ἑαυτοῦ ὁδόν, καθαρὸς δὲ χεῖρας ἀναλάβοι θάρσος.
10 οὐ μὴν δὲ ἀλλὰ πάντες ἐρείδετε,* καὶ δεῦτε δή·‡ οὐ γὰρ εὑρίσκω ἐν ὑμῖν ἀληθές.
11 αἱ ἡμέραι μου παρῆλθον ἐν βρόμῳ, ἐρράγη δὲ τὰ ἄρθρα τῆς καρδίας μου.
12 νύκτα εἰς ἡμέραν ἔθηκαν,* φῶς ἐγγὺς ἀπὸ προσώπου σκότους.‡
13 ἐὰν γὰρ ὑπομείνω, ᾅδης μου ὁ οἶκος, ἐν δὲ γνόφῳ ἔστρωταί μου ἡ στρωμνή.
14 θάνατον ἐπεκαλεσάμην πατέρα μου εἶναι, μητέρα δέ μου καὶ ἀδελφὴν σαπρίαν.
15 ποῦ οὖν μου ἔτι ἐστὶν ἡ ἐλπίς; ἦ τὰ ἀγαθά μου ὄψομαι;
16 ἦ μετ᾽ ἐμοῦ εἰς ᾅδην καταβήσονται,* ἢ ὁμοθυμαδὸν ἐπὶ χώματος καταβησόμεθα;‡