1 Συνέσεως τῷ Ασαφ.
Ἵνα τί ἀπώσω, ὁ θεός, εἰς τέλος,
ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου;
2 μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ᾽ ἀρχῆς·
ἐλυτρώσω ῥάβδον κληρονομίας σου,
ὄρος Σιων τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ.
3 ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος,
ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοῖς ἁγίοις σου.
4 καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου,
ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα καὶ οὐκ ἔγνωσαν.
5 ὡς εἰς τὴν εἴσοδον ὑπεράνω,
6 ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς,
ἐπὶ τὸ αὐτὸ ἐν πελέκει καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν.
7 ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου,
εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου.
8 εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν ἡ συγγένεια αὐτῶν ἐπὶ τὸ αὐτό
Δεῦτε καὶ κατακαύσωμεν πάσας τὰς ἑορτὰς τοῦ θεοῦ ἀπὸ τῆς γῆς.
9 τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν,
οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι.
10 ἕως πότε, ὁ θεός, ὀνειδιεῖ ὁ ἐχθρός,
παροξυνεῖ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος;
11 ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου
καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος;
12 ὁ δὲ θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος,
εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
13 σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν,
σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος.
14 σὺ συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος,
ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν.
15 σὺ διέρρηξας πηγὰς καὶ χειμάρρους,
σὺ ἐξήρανας ποταμοὺς Ηθαμ.
16 σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ,
σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον.
17 σὺ ἐποίησας πάντα τὰ ὅρια τῆς γῆς·
θέρος καὶ ἔαρ, σὺ ἔπλασας αὐτά.
18 μνήσθητι ταύτης· ἐχθρὸς ὠνείδισεν τὸν κύριον,
καὶ λαὸς ἄφρων παρώξυνεν τὸ ὄνομά σου.
19 μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι,
τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος.
20 ἐπίβλεψον εἰς τὴν διαθήκην σου,
ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν.
21 μὴ ἀποστραφήτω τεταπεινωμένος κατῃσχυμμένος·
πτωχὸς καὶ πένης αἰνέσουσιν τὸ ὄνομά σου.
22 ἀνάστα, ὁ θεός, δίκασον τὴν δίκην σου·
μνήσθητι τῶν ὀνειδισμῶν σου τῶν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν.
23 μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἱκετῶν σου·
ἡ ὑπερηφανία τῶν μισούντων σε ἀνέβη διὰ παντὸς πρὸς σέ.
A Psalm of Asaph.
1 Truly God is good to Israel, even to such as are of a clean heart.
2 But as for me, my feet were almost gone; my steps had well nigh slipped.
3 For I was envious at the foolish, when I saw the prosperity of the wicked.
4 For there are no bands in their death: but their strength is firm.
5 They are not in trouble as other men; neither are they plagued like other men.
6 Therefore pride compasseth them about as a chain; violence covereth them as a garment.
7 Their eyes stand out with fatness: they have more than heart could wish.
8 They are corrupt, and speak wickedly concerning oppression: they speak loftily.
9 They set their mouth against the heavens, and their tongue walketh through the earth.
10 Therefore his people return hither: and waters of a full cup are wrung out to them.
11 And they say, How doth God know? and is there knowledge in the most High?
12 Behold, these are the ungodly, who prosper in the world; they increase in riches.
13 Verily I have cleansed my heart in vain, and washed my hands in innocency.
14 For all the day long have I been plagued, and chastened every morning.
15 If I say, I will speak thus; behold, I should offend against the generation of thy children.
16 When I thought to know this, it was too painful for me;
17 Until I went into the sanctuary of God; then understood I their end.
18 Surely thou didst set them in slippery places: thou castedst them down into destruction.
19 How are they brought into desolation, as in a moment! they are utterly consumed with terrors.
20 As a dream when one awaketh; so , O Lord, when thou awakest, thou shalt despise their image.
21 Thus my heart was grieved, and I was pricked in my reins.
22 So foolish was I, and ignorant: I was as a beast before thee.
23 Nevertheless I am continually with thee: thou hast holden me by my right hand.
24 Thou shalt guide me with thy counsel, and afterward receive me to glory.
25 Whom have I in heaven but thee ? and there is none upon earth that I desire beside thee.
26 My flesh and my heart faileth: but God is the strength of my heart, and my portion for ever.
27 For, lo, they that are far from thee shall perish: thou hast destroyed all them that go a whoring from thee.
28 But it is good for me to draw near to God: I have put my trust in the Lord GOD, that I may declare all thy works.