1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ, ᾠδή· Ιερεμιου καὶ Ιεζεκιηλ ἐκ τοῦ λόγου τῆς παροικίας, ὅτε ἔμελλον ἐκπορεύεσθαι.
2 Σοὶ πρέπει ὕμνος, ὁ θεός, ἐν Σιων,
καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ιερουσαλημ.
3 εἰσάκουσον προσευχῆς μου·
πρὸς σὲ πᾶσα σὰρξ ἥξει.
4 λόγοι ἀνομιῶν ὑπερεδυνάμωσαν ἡμᾶς,
καὶ τὰς ἀσεβείας ἡμῶν σὺ ἱλάσῃ.
5 μακάριος ὃν ἐξελέξω καὶ προσελάβου·
κατασκηνώσει ἐν ταῖς αὐλαῖς σου.
πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου·
ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.
6 ἐπάκουσον ἡμῶν, ὁ θεὸς ὁ σωτὴρ ἡμῶν,
ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς
καὶ ἐν θαλάσσῃ μακράν,
7 ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύι αὐτοῦ,
περιεζωσμένος ἐν δυναστείᾳ,
8 ὁ συνταράσσων τὸ κύτος τῆς θαλάσσης,
ἤχους κυμάτων αὐτῆς.
ταραχθήσονται τὰ ἔθνη,
9 καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημείων σου·
ἐξόδους πρωίας καὶ ἑσπέρας τέρψεις.
10 ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτήν,
ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν·
ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων·
ἡτοίμασας τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία σου.
11 τοὺς αὔλακας αὐτῆς μέθυσον,
πλήθυνον τὰ γενήματα αὐτῆς,
ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα.
12 εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου,
καὶ τὰ πεδία σου πλησθήσονται πιότητος·
13 πιανθήσονται τὰ ὡραῖα τῆς ἐρήμου,
καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται.
14 ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων,
καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον·
κεκράξονται, καὶ γὰρ ὑμνήσουσιν.
To the chief Musician, A Psalm of David.
1 Hear my voice, O God, in my prayer: preserve my life from fear of the enemy.
2 Hide me from the secret counsel of the wicked; from the insurrection of the workers of iniquity:
3 Who whet their tongue like a sword, and bend their bows to shoot their arrows, even bitter words:
4 That they may shoot in secret at the perfect: suddenly do they shoot at him, and fear not.
5 They encourage themselves in an evil matter: they commune of laying snares privily; they say, Who shall see them?
6 They search out iniquities; they accomplish a diligent search: both the inward thought of every one of them , and the heart, is deep.
7 But God shall shoot at them with an arrow; suddenly shall they be wounded.
8 So they shall make their own tongue to fall upon themselves: all that see them shall flee away.
9 And all men shall fear, and shall declare the work of God; for they shall wisely consider of his doing.
10 The righteous shall be glad in the LORD, and shall trust in him; and all the upright in heart shall glory.