1 Ψαλμὸς ᾠδῆς τοῖς υἱοῖς Κορε· δευτέρᾳ σαββάτου.
2 Μέγας κύριος καὶ αἰνετὸς σφόδρα
ἐν πόλει τοῦ θεοῦ ἡμῶν, ὄρει ἁγίῳ αὐτοῦ,
3 εὖ ῥιζῶν ἀγαλλιάματι πάσης τῆς γῆς.
ὄρη Σιων, τὰ πλευρὰ τοῦ βορρᾶ,
ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου,
4 ὁ θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται,
ὅταν ἀντιλαμβάνηται αὐτῆς.
5 ὅτι ἰδοὺ οἱ βασιλεῖς συνήχθησαν,
ἤλθοσαν ἐπὶ τὸ αὐτό·
6 αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν,
ἐταράχθησαν, ἐσαλεύθησαν,
7 τρόμος ἐπελάβετο αὐτῶν,
ἐκεῖ ὠδῖνες ὡς τικτούσης.
8 ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσις.
9 καθάπερ ἠκούσαμεν, οὕτως εἴδομεν
ἐν πόλει κυρίου τῶν δυνάμεων,
ἐν πόλει τοῦ θεοῦ ἡμῶν·
ὁ θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.
διάψαλμα.
10 ὑπελάβομεν, ὁ θεός, τὸ ἔλεός σου
ἐν μέσῳ τοῦ ναοῦ σου.
11 κατὰ τὸ ὄνομά σου, ὁ θεός,
οὕτως καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς·
δικαιοσύνης πλήρης ἡ δεξιά σου.
12 εὐφρανθήτω τὸ ὄρος Σιων,
ἀγαλλιάσθωσαν αἱ θυγατέρες τῆς Ιουδαίας
ἕνεκεν τῶν κριμάτων σου, κύριε.
13 κυκλώσατε Σιων καὶ περιλάβετε αὐτήν,
διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς,
14 θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς
καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς,
ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν.
15 ὅτι οὗτός ἐστιν ὁ θεὸς ὁ θεὸς ἡμῶν
εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·
αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας.
To the chief Musician, A Psalm for the sons of Korah.
1 O clap your hands, all ye people; shout unto God with the voice of triumph.
2 For the LORD most high is terrible; he is a great King over all the earth.
3 He shall subdue the people under us, and the nations under our feet.
4 He shall choose our inheritance for us, the excellency of Jacob whom he loved. Selah.

5 God is gone up with a shout, the LORD with the sound of a trumpet.
6 Sing praises to God, sing praises: sing praises unto our King, sing praises.
7 For God is the King of all the earth: sing ye praises with understanding.
8 God reigneth over the heathen: God sitteth upon the throne of his holiness.
9 The princes of the people are gathered together, even the people of the God of Abraham: for the shields of the earth belong unto God: he is greatly exalted.