1 Αλληλουια.
Ἐν ἐξόδῳ Ισραηλ ἐξ Αἰγύπτου,
οἴκου Ιακωβ ἐκ λαοῦ βαρβάρου
2 ἐγενήθη Ιουδαία ἁγίασμα αὐτοῦ,
Ισραηλ ἐξουσία αὐτοῦ.
3 ἡ θάλασσα εἶδεν καὶ ἔφυγεν,
ὁ Ιορδάνης ἐστράφη εἰς τὰ ὀπίσω·
4 τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ
καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων.
5 τί σοί ἐστιν, θάλασσα, ὅτι ἔφυγες,
καὶ σοί, Ιορδάνη, ὅτι ἀνεχώρησας εἰς τὰ ὀπίσω;
6 τὰ ὄρη, ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοί,
καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων;
7 ἀπὸ προσώπου κυρίου ἐσαλεύθη ἡ γῆ,
ἀπὸ προσώπου τοῦ θεοῦ Ιακωβ
8 τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων
καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων.
9 μὴ ἡμῖν, κύριε, μὴ ἡμῖν,
ἀλλ᾽ ἢ τῷ ὀνόματί σου δὸς δόξαν
ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου,
10 μήποτε εἴπωσιν τὰ ἔθνη
Ποῦ ἐστιν ὁ θεὸς αὐτῶν;
11 ὁ δὲ θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ ἄνω·
ἐν τοῖς οὐρανοῖς καὶ ἐν τῇ γῇ
πάντα, ὅσα ἠθέλησεν, ἐποίησεν.
12 τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον,
ἔργα χειρῶν ἀνθρώπων·
13 στόμα ἔχουσιν καὶ οὐ λαλήσουσιν,
ὀφθαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται,
14 ὦτα ἔχουσιν καὶ οὐκ ἀκούσονται,
ῥῖνας ἔχουσιν καὶ οὐκ ὀσφρανθήσονται,
15 χεῖρας ἔχουσιν καὶ οὐ ψηλαφήσουσιν,
πόδας ἔχουσιν καὶ οὐ περιπατήσουσιν,
οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν.
16 ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ
καὶ πάντες οἱ πεποιθότες ἐπ᾽ αὐτοῖς.
17 οἶκος Ισραηλ ἤλπισεν ἐπὶ κύριον·
βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν.
18 οἶκος Ααρων ἤλπισεν ἐπὶ κύριον·
βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν.
19 οἱ φοβούμενοι τὸν κύριον ἤλπισαν ἐπὶ κύριον·
βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν.
20 κύριος ἐμνήσθη ἡμῶν καὶ εὐλόγησεν ἡμᾶς,
εὐλόγησεν τὸν οἶκον Ισραηλ,
εὐλόγησεν τὸν οἶκον Ααρων,
21 εὐλόγησεν τοὺς φοβουμένους τὸν κύριον,
τοὺς μικροὺς μετὰ τῶν μεγάλων.
22 προσθείη κύριος ἐφ᾽ ὑμᾶς,
ἐφ᾽ ὑμᾶς καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν·
23 εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ
τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν.
24 ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ,
τὴν δὲ γῆν ἔδωκεν τοῖς υἱοῖς τῶν ἀνθρώπων.
25 οὐχ οἱ νεκροὶ αἰνέσουσίν σε, κύριε,
οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου,
26 ἀλλ᾽ ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν κύριον
ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
1 Praise ye the LORD. Praise, O ye servants of the LORD, praise the name of the LORD.
2 Blessed be the name of the LORD from this time forth and for evermore.
3 From the rising of the sun unto the going down of the same the LORD’s name is to be praised.
4 The LORD is high above all nations, and his glory above the heavens.
5 Who is like unto the LORD our God, who dwelleth on high,
6 Who humbleth himself to behold the things that are in heaven, and in the earth!
7 He raiseth up the poor out of the dust, and lifteth the needy out of the dunghill;
8 That he may set him with princes, even with the princes of his people.
9 He maketh the barren woman to keep house, and to be a joyful mother of children. Praise ye the LORD.