1 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων 2 Λαλήσατε τοῖς υἱοῖς Ισραηλ λέγοντες Ταῦτα τὰ κτήνη, ἃ φάγεσθε ἀπὸ πάντων τῶν κτηνῶν τῶν ἐπὶ τῆς γῆς· 3 πᾶν κτῆνος διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας ὀνυχίζον δύο χηλῶν καὶ ἀνάγον μηρυκισμὸν ἐν τοῖς κτήνεσιν, ταῦτα φάγεσθε. 4 πλὴν ἀπὸ τούτων οὐ φάγεσθε· ἀπὸ τῶν ἀναγόντων μηρυκισμὸν καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς καὶ ὀνυχιζόντων ὀνυχιστῆρας· τὸν κάμηλον, ὅτι ἀνάγει μηρυκισμὸν τοῦτο, ὁπλὴν δὲ οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν· 5 καὶ τὸν δασύποδα, ὅτι ἀνάγει μηρυκισμὸν τοῦτο καὶ ὁπλὴν οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν· 6 καὶ τὸν χοιρογρύλλιον, ὅτι ἀνάγει μηρυκισμὸν τοῦτο καὶ ὁπλὴν οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν· 7 καὶ τὸν ὗν, ὅτι διχηλεῖ ὁπλὴν τοῦτο καὶ ὀνυχίζει ὄνυχας ὁπλῆς, καὶ τοῦτο οὐκ ἀνάγει μηρυκισμόν, ἀκάθαρτον τοῦτο ὑμῖν· 8 ἀπὸ τῶν κρεῶν αὐτῶν οὐ φάγεσθε καὶ τῶν θνησιμαίων αὐτῶν οὐχ ἅψεσθε, ἀκάθαρτα ταῦτα ὑμῖν.
9 Καὶ ταῦτα, ἃ φάγεσθε ἀπὸ πάντων τῶν ἐν τοῖς ὕδασιν· πάντα, ὅσα ἐστὶν αὐτοῖς πτερύγια καὶ λεπίδες ἐν τοῖς ὕδασιν καὶ ἐν ταῖς θαλάσσαις καὶ ἐν τοῖς χειμάρροις, ταῦτα φάγεσθε. 10 καὶ πάντα, ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια οὐδὲ λεπίδες ἐν τῷ ὕδατι ἢ ἐν ταῖς θαλάσσαις καὶ ἐν τοῖς χειμάρροις, ἀπὸ πάντων, ὧν ἐρεύγεται τὰ ὕδατα, καὶ ἀπὸ πάσης ψυχῆς ζώσης τῆς ἐν τῷ ὕδατι βδέλυγμά ἐστιν· 11 καὶ βδελύγματα ἔσονται ὑμῖν, ἀπὸ τῶν κρεῶν αὐτῶν οὐκ ἔδεσθε καὶ τὰ θνησιμαῖα αὐτῶν βδελύξεσθε· 12 καὶ πάντα, ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια καὶ λεπίδες, τῶν ἐν τῷ ὕδατι, βδέλυγμα τοῦτό ἐστιν ὑμῖν.
13 Καὶ ταῦτα βδελύξεσθε ἀπὸ τῶν πετεινῶν, καὶ οὐ βρωθήσεται, βδέλυγμά ἐστιν· τὸν ἀετὸν καὶ τὸν γρύπα καὶ τὸν ἁλιαίετον 14 καὶ τὸν γύπα καὶ ἰκτῖνα καὶ τὰ ὅμοια αὐτῷ 15 καὶ κόρακα καὶ τὰ ὅμοια αὐτῷ 16 καὶ στρουθὸν καὶ γλαῦκα καὶ λάρον καὶ τὰ ὅμοια αὐτῷ καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ 17 καὶ νυκτικόρακα καὶ καταρράκτην καὶ ἶβιν 18 καὶ πορφυρίωνα καὶ πελεκᾶνα καὶ κύκνον 19 καὶ γλαῦκα καὶ ἐρωδιὸν καὶ χαραδριὸν καὶ τὰ ὅμοια αὐτῷ καὶ ἔποπα καὶ νυκτερίδα. — 20 καὶ πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν, ἃ πορεύεται ἐπὶ τέσσαρα, βδελύγματά ἐστιν ὑμῖν. 21 ἀλλὰ ταῦτα φάγεσθε ἀπὸ τῶν ἑρπετῶν τῶν πετεινῶν, ἃ πορεύεται ἐπὶ τέσσαρα· ἃ ἔχει σκέλη ἀνώτερον τῶν ποδῶν αὐτοῦ πηδᾶν ἐν αὐτοῖς ἐπὶ τῆς γῆς. 22 καὶ ταῦτα φάγεσθε ἀπ᾽ αὐτῶν· τὸν βροῦχον καὶ τὰ ὅμοια αὐτῷ καὶ τὸν ἀττάκην καὶ τὰ ὅμοια αὐτῷ καὶ τὴν ἀκρίδα καὶ τὰ ὅμοια αὐτῇ καὶ τὸν ὀφιομάχην καὶ τὰ ὅμοια αὐτῷ. 23 πᾶν ἑρπετὸν ἀπὸ τῶν πετεινῶν, οἷς ἐστιν τέσσαρες πόδες, βδέλυγμά ἐστιν ὑμῖν. — 24 καὶ ἐν τούτοις μιανθήσεσθε, πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας, 25 καὶ πᾶς ὁ αἴρων τῶν θνησιμαίων αὐτῶν πλυνεῖ τὰ ἱμάτια καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· 26 ἐν πᾶσιν τοῖς κτήνεσιν ὅ ἐστιν διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας ὀνυχίζει καὶ μηρυκισμὸν οὐ μαρυκᾶται, ἀκάθαρτα ἔσονται ὑμῖν· πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 27 καὶ πᾶς, ὃς πορεύεται ἐπὶ χειρῶν ἐν πᾶσι τοῖς θηρίοις, ἃ πορεύεται ἐπὶ τέσσαρα, ἀκάθαρτα ἔσται ὑμῖν· πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· 28 καὶ ὁ αἴρων τῶν θνησιμαίων αὐτῶν πλυνεῖ τὰ ἱμάτια καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· ἀκάθαρτα ταῦτα ὑμῖν ἐστιν.
29 Καὶ ταῦτα ὑμῖν ἀκάθαρτα ἀπὸ τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς· ἡ γαλῆ καὶ ὁ μῦς καὶ ὁ κροκόδειλος ὁ χερσαῖος, 30 μυγαλῆ καὶ χαμαιλέων καὶ καλαβώτης καὶ σαύρα καὶ ἀσπάλαξ. 31 ταῦτα ἀκάθαρτα ὑμῖν ἀπὸ πάντων τῶν ἑρπετῶν τῶν ἐπὶ τῆς γῆς· πᾶς ὁ ἁπτόμενος αὐτῶν τεθνηκότων ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 32 καὶ πᾶν, ἐφ᾽ ὃ ἂν ἐπιπέσῃ ἀπ᾽ αὐτῶν τεθνηκότων αὐτῶν, ἀκάθαρτον ἔσται ἀπὸ παντὸς σκεύους ξυλίνου ἢ ἱματίου ἢ δέρματος ἢ σάκκου· πᾶν σκεῦος, ὃ ἐὰν ποιηθῇ ἔργον ἐν αὐτῷ, εἰς ὕδωρ βαφήσεται καὶ ἀκάθαρτον ἔσται ἕως ἑσπέρας καὶ καθαρὸν ἔσται. 33 καὶ πᾶν σκεῦος ὀστράκινον, εἰς ὃ ἐὰν πέσῃ ἀπὸ τούτων ἔνδον, ὅσα ἐὰν ἔνδον ᾖ, ἀκάθαρτα ἔσται, καὶ αὐτὸ συντριβήσεται. 34 καὶ πᾶν βρῶμα, ὃ ἔσθεται, εἰς ὃ ἐὰν ἐπέλθῃ ἐπ᾽ αὐτὸ ὕδωρ, ἀκάθαρτον ἔσται· καὶ πᾶν ποτόν, ὃ πίνεται ἐν παντὶ ἀγγείῳ, ἀκάθαρτον ἔσται. 35 καὶ πᾶν, ὃ ἐὰν πέσῃ ἀπὸ τῶν θνησιμαίων αὐτῶν ἐπ᾽ αὐτό, ἀκάθαρτον ἔσται· κλίβανοι καὶ κυθρόποδες καθαιρεθήσονται· ἀκάθαρτα ταῦτά ἐστιν καὶ ἀκάθαρτα ταῦτα ὑμῖν ἔσονται· 36 πλὴν πηγῶν ὑδάτων καὶ λάκκου καὶ συναγωγῆς ὕδατος, ἔσται καθαρόν· ὁ δὲ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται. 37 ἐὰν δὲ ἐπιπέσῃ τῶν θνησιμαίων αὐτῶν ἐπὶ πᾶν σπέρμα σπόριμον, ὃ σπαρήσεται, καθαρὸν ἔσται· 38 ἐὰν δὲ ἐπιχυθῇ ὕδωρ ἐπὶ πᾶν σπέρμα καὶ ἐπιπέσῃ τῶν θνησιμαίων αὐτῶν ἐπ᾽ αὐτό, ἀκάθαρτόν ἐστιν ὑμῖν.
39 Ἐὰν δὲ ἀποθάνῃ τῶν κτηνῶν ὅ ἐστιν ὑμῖν τοῦτο φαγεῖν, ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· 40 καὶ ὁ ἐσθίων ἀπὸ τῶν θνησιμαίων τούτων πλυνεῖ τὰ ἱμάτια καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· καὶ ὁ αἴρων ἀπὸ θνησιμαίων αὐτῶν πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
41 Καὶ πᾶν ἑρπετόν, ὃ ἕρπει ἐπὶ τῆς γῆς, βδέλυγμα τοῦτο ἔσται ὑμῖν, οὐ βρωθήσεται. 42 καὶ πᾶς ὁ πορευόμενος ἐπὶ κοιλίας καὶ πᾶς ὁ πορευόμενος ἐπὶ τέσσαρα διὰ παντός, ὃ πολυπληθεῖ ποσὶν ἐν πᾶσιν τοῖς ἑρπετοῖς τοῖς ἕρπουσιν ἐπὶ τῆς γῆς, οὐ φάγεσθε αὐτό, ὅτι βδέλυγμα ὑμῖν ἐστιν. 43 καὶ οὐ μὴ βδελύξητε τὰς ψυχὰς ὑμῶν ἐν πᾶσι τοῖς ἑρπετοῖς τοῖς ἕρπουσιν ἐπὶ τῆς γῆς καὶ οὐ μιανθήσεσθε ἐν τούτοις καὶ οὐκ ἀκάθαρτοι ἔσεσθε ἐν αὐτοῖς· 44 ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν, καὶ ἁγιασθήσεσθε καὶ ἅγιοι ἔσεσθε, ὅτι ἅγιός εἰμι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν, καὶ οὐ μιανεῖτε τὰς ψυχὰς ὑμῶν ἐν πᾶσιν τοῖς ἑρπετοῖς τοῖς κινουμένοις ἐπὶ τῆς γῆς· 45 ὅτι ἐγώ εἰμι κύριος ὁ ἀναγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου εἶναι ὑμῶν θεός, καὶ ἔσεσθε ἅγιοι, ὅτι ἅγιός εἰμι ἐγὼ κύριος.
46 Οὗτος ὁ νόμος περὶ τῶν κτηνῶν καὶ τῶν πετεινῶν καὶ πάσης ψυχῆς τῆς κινουμένης ἐν τῷ ὕδατι καὶ πάσης ψυχῆς ἑρπούσης ἐπὶ τῆς γῆς 47 διαστεῖλαι ἀνὰ μέσον τῶν ἀκαθάρτων καὶ ἀνὰ μέσον τῶν καθαρῶν καὶ ἀνὰ μέσον τῶν ζωογονούντων τὰ ἐσθιόμενα καὶ ἀνὰ μέσον τῶν ζωογονούντων τὰ μὴ ἐσθιόμενα.
1 And the LORD spake unto Moses and to Aaron, saying unto them, 2 Speak unto the children of Israel, saying, These are the beasts which ye shall eat among all the beasts that are on the earth. 3 Whatsoever parteth the hoof, and is clovenfooted, and cheweth the cud, among the beasts, that shall ye eat. 4 Nevertheless these shall ye not eat of them that chew the cud, or of them that divide the hoof: as the camel, because he cheweth the cud, but divideth not the hoof; he is unclean unto you. 5 And the coney, because he cheweth the cud, but divideth not the hoof; he is unclean unto you. 6 And the hare, because he cheweth the cud, but divideth not the hoof; he is unclean unto you. 7 And the swine, though he divide the hoof, and be clovenfooted, yet he cheweth not the cud; he is unclean to you. 8 Of their flesh shall ye not eat, and their carcase shall ye not touch; they are unclean to you.
9 ¶ These shall ye eat of all that are in the waters: whatsoever hath fins and scales in the waters, in the seas, and in the rivers, them shall ye eat. 10 And all that have not fins and scales in the seas, and in the rivers, of all that move in the waters, and of any living thing which is in the waters, they shall be an abomination unto you: 11 They shall be even an abomination unto you; ye shall not eat of their flesh, but ye shall have their carcases in abomination. 12 Whatsoever hath no fins nor scales in the waters, that shall be an abomination unto you.
13 ¶ And these are they which ye shall have in abomination among the fowls; they shall not be eaten, they are an abomination: the eagle, and the ossifrage, and the ospray, 14 And the vulture, and the kite after his kind; 15 Every raven after his kind; 16 And the owl, and the night hawk, and the cuckow, and the hawk after his kind, 17 And the little owl, and the cormorant, and the great owl, 18 And the swan, and the pelican, and the gier eagle, 19 And the stork, the heron after her kind, and the lapwing, and the bat.
20 All fowls that creep, going upon all four, shall be an abomination unto you. 21 Yet these may ye eat of every flying creeping thing that goeth upon all four, which have legs above their feet, to leap withal upon the earth; 22 Even these of them ye may eat; the locust after his kind, and the bald locust after his kind, and the beetle after his kind, and the grasshopper after his kind. 23 But all other flying creeping things, which have four feet, shall be an abomination unto you. 24 And for these ye shall be unclean: whosoever toucheth the carcase of them shall be unclean until the even. 25 And whosoever beareth ought of the carcase of them shall wash his clothes, and be unclean until the even. 26 The carcases of every beast which divideth the hoof, and is not clovenfooted, nor cheweth the cud, are unclean unto you: every one that toucheth them shall be unclean. 27 And whatsoever goeth upon his paws, among all manner of beasts that go on all four, those are unclean unto you: whoso toucheth their carcase shall be unclean until the even. 28 And he that beareth the carcase of them shall wash his clothes, and be unclean until the even: they are unclean unto you.
29 ¶ These also shall be unclean unto you among the creeping things that creep upon the earth; the weasel, and the mouse, and the tortoise after his kind, 30 And the ferret, and the chameleon, and the lizard, and the snail, and the mole. 31 These are unclean to you among all that creep: whosoever doth touch them, when they be dead, shall be unclean until the even. 32 And upon whatsoever any of them, when they are dead, doth fall, it shall be unclean; whether it be any vessel of wood, or raiment, or skin, or sack, whatsoever vessel it be , wherein any work is done, it must be put into water, and it shall be unclean until the even; so it shall be cleansed. 33 And every earthen vessel, whereinto any of them falleth, whatsoever is in it shall be unclean; and ye shall break it. 34 Of all meat which may be eaten, that on which such water cometh shall be unclean: and all drink that may be drunk in every such vessel shall be unclean. 35 And every thing whereupon any part of their carcase falleth shall be unclean; whether it be oven, or ranges for pots, they shall be broken down: for they are unclean, and shall be unclean unto you. 36 Nevertheless a fountain or pit, wherein there is plenty of water, shall be clean: but that which toucheth their carcase shall be unclean. 37 And if any part of their carcase fall upon any sowing seed which is to be sown, it shall be clean. 38 But if any water be put upon the seed, and any part of their carcase fall thereon, it shall be unclean unto you. 39 And if any beast, of which ye may eat, die; he that toucheth the carcase thereof shall be unclean until the even. 40 And he that eateth of the carcase of it shall wash his clothes, and be unclean until the even: he also that beareth the carcase of it shall wash his clothes, and be unclean until the even. 41 And every creeping thing that creepeth upon the earth shall be an abomination; it shall not be eaten. 42 Whatsoever goeth upon the belly, and whatsoever goeth upon all four, or whatsoever hath more feet among all creeping things that creep upon the earth, them ye shall not eat; for they are an abomination.
43 Ye shall not make yourselves abominable with any creeping thing that creepeth, neither shall ye make yourselves unclean with them, that ye should be defiled thereby. 44 For I am the LORD your God: ye shall therefore sanctify yourselves, and ye shall be holy; for I am holy: neither shall ye defile yourselves with any manner of creeping thing that creepeth upon the earth. 45 For I am the LORD that bringeth you up out of the land of Egypt, to be your God: ye shall therefore be holy, for I am holy. 46 This is the law of the beasts, and of the fowl, and of every living creature that moveth in the waters, and of every creature that creepeth upon the earth: 47 To make a difference between the unclean and the clean, and between the beast that may be eaten and the beast that may not be eaten.