1 Ὑπολαβὼν δὲ Ιωβ λέγει
2 Τίνι πρόσκεισαι ἢ τίνι μέλλεις βοηθεῖν;
πότερον οὐχ ᾧ πολλὴ ἰσχὺς καὶ ᾧ βραχίων κραταιός ἐστιν;
3 τίνι συμβεβούλευσαι; οὐχ ᾧ πᾶσα σοφία;
ἢ τίνι ἐπακολουθήσεις; οὐχ ᾧ μεγίστη δύναμις;
4 τίνι ἀνήγγειλας ῥήματα;
πνοὴ δὲ τίνος ἐστὶν ἡ ἐξελθοῦσα ἐκ σοῦ;
5 μὴ γίγαντες μαιωθήσονται*
ὑποκάτωθεν ὕδατος καὶ τῶν γειτόνων αὐτοῦ;
6 γυμνὸς ὁ ᾅδης ἐνώπιον αὐτοῦ,*
καὶ οὐκ ἔστιν περιβόλαιον τῇ ἀπωλείᾳ.
7 ἐκτείνων βορέαν ἐπ᾽ οὐδέν,*
κρεμάζων γῆν ἐπὶ οὐδενός·
8 δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ,*
καὶ οὐκ ἐρράγη νέφος ὑποκάτω αὐτοῦ·
9 ὁ κρατῶν πρόσωπον θρόνου,*
ἐκπετάζων ἐπ᾽ αὐτὸν νέφος αὐτοῦ.
10 πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος*
μέχρι συντελείας φωτὸς μετὰ σκότους.
11 στῦλοι οὐρανοῦ ἐπετάσθησαν*
καὶ ἐξέστησαν ἀπὸ τῆς ἐπιτιμήσεως αὐτοῦ.‡
12 ἰσχύι κατέπαυσεν τὴν θάλασσαν,
ἐπιστήμῃ δὲ ἔτρωσε τὸ κῆτος·
13 κλεῖθρα δὲ οὐρανοῦ δεδοίκασιν αὐτόν,
προστάγματι δὲ ἐθανάτωσεν δράκοντα ἀποστάτην.
14 ἰδοὺ ταῦτα μέρη ὁδοῦ αὐτοῦ,*
καὶ ἐπὶ ἰκμάδα λόγου ἀκουσόμεθα ἐν αὐτῷ·‡
σθένος δὲ βροντῆς αὐτοῦ τίς οἶδεν ὁπότε ποιήσει;
1 But Job answered and said, 2 How hast thou helped him that is without power? how savest thou the arm that hath no strength? 3 How hast thou counselled him that hath no wisdom? and how hast thou plentifully declared the thing as it is? 4 To whom hast thou uttered words? and whose spirit came from thee?
5 Dead things are formed from under the waters, and the inhabitants thereof. 6 Hell is naked before him, and destruction hath no covering. 7 He stretcheth out the north over the empty place, and hangeth the earth upon nothing. 8 He bindeth up the waters in his thick clouds; and the cloud is not rent under them. 9 He holdeth back the face of his throne, and spreadeth his cloud upon it. 10 He hath compassed the waters with bounds, until the day and night come to an end. 11 The pillars of heaven tremble and are astonished at his reproof. 12 He divideth the sea with his power, and by his understanding he smiteth through the proud. 13 By his spirit he hath garnished the heavens; his hand hath formed the crooked serpent. 14 Lo, these are parts of his ways: but how little a portion is heard of him? but the thunder of his power who can understand?