1 Καὶ ὤρθρισεν Ιεροβααλ (αὐτός ἐστιν Γεδεων) καὶ πᾶς ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ καὶ παρενέβαλεν ἐπὶ τὴν γῆν Αρωεδ, καὶ παρεμβολὴ Μαδιαμ καὶ Αμαληκ ἦν αὐτῷ ἀπὸ βορρᾶ ἀπὸ τοῦ βουνοῦ τοῦ Αβωρ ἐν τῇ κοιλάδι. 2 καὶ εἶπεν κύριος πρὸς Γεδεων Πολὺς ὁ λαὸς ὁ μετὰ σοῦ ὥστε μὴ παραδοῦναί με τὴν Μαδιαμ ἐν χειρὶ αὐτῶν, μήποτε καυχήσηται Ισραηλ ἐπ᾽ ἐμὲ λέγων Ἡ χείρ μου ἔσωσέν με. 3 καὶ εἶπεν κύριος πρὸς αὐτόν Λάλησον δὴ εἰς τὰ ὦτα τοῦ λαοῦ λέγων Τίς δειλὸς καὶ φοβούμενος; ἀποστραφήτω. καὶ ἐξώρμησαν ἀπὸ τοῦ ὄρους τοῦ Γαλααδ καὶ ἀπεστράφησαν ἀπὸ τοῦ λαοῦ εἴκοσι καὶ δύο χιλιάδες, καὶ δέκα χιλιάδες ὑπελείφθησαν. 4 καὶ εἶπεν κύριος πρὸς Γεδεων Ἔτι ὁ λαὸς πολύς· κατάγαγε αὐτοὺς εἰς τὸ ὕδωρ, καὶ δοκιμῶ αὐτούς σοι ἐκεῖ· καὶ ἔσται ὃν ἐὰν εἴπω πρὸς σέ Οὗτος πορεύσεται μετὰ σοῦ, αὐτὸς πορεύσεται μετὰ σοῦ· καὶ ὃν ἐὰν εἴπω σοι ὅτι οὐ πορεύσεται μετὰ σοῦ, αὐτὸς οὐ πορεύσεται μετὰ σοῦ. 5 καὶ κατεβίβασεν τὸν λαὸν εἰς τὸ ὕδωρ· καὶ εἶπεν κύριος πρὸς Γεδεων Πᾶς, ὃς ἂν λάψῃ τῇ γλώσσῃ αὐτοῦ ἐκ τοῦ ὕδατος, ὡς ἐὰν λάψῃ ὁ κύων, στήσεις αὐτὸν κατὰ μόνας, καὶ πᾶς, ὃς ἂν κάμψῃ ἐπὶ τὰ γόνατα αὐτοῦ τοῦ πιεῖν, μεταστήσεις αὐτὸν καθ᾽ αὑτόν. 6 καὶ ἐγένετο πᾶς ὁ ἀριθμὸς τῶν λαψάντων ἐν τῇ γλώσσῃ αὐτῶν τριακόσιοι ἄνδρες, καὶ πᾶς ὁ ἐπίλοιπος τοῦ λαοῦ ἔκαμψαν ἐπὶ τὰ γόνατα αὐτῶν τοῦ πιεῖν ὕδωρ. 7 καὶ εἶπεν κύριος πρὸς Γεδεων Ἐν τοῖς τριακοσίοις ἀνδράσιν τοῖς λάψασιν σώσω ὑμᾶς καὶ παραδώσω τὴν Μαδιαμ ἐν χειρί σου, καὶ πᾶς ὁ λαὸς ἀποτρεχέτω ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ. 8 καὶ ἔλαβον τὸν ἐπισιτισμὸν τοῦ λαοῦ ἐν τῇ χειρὶ αὐτῶν καὶ τὰς κερατίνας αὐτῶν, καὶ πάντα ἄνδρα Ισραηλ ἐξαπέστειλεν ἄνδρα εἰς τὸ σκήνωμα αὐτοῦ, τῶν δὲ τριακοσίων ἀνδρῶν ἐκράτησεν. ἡ δὲ παρεμβολὴ Μαδιαμ ἦν ὑποκάτωθεν αὐτοῦ ἐν τῇ κοιλάδι.
9 Καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν πρὸς αὐτὸν κύριος Ἀνάστα κατάβηθι τὸ τάχος ἐντεῦθεν εἰς τὴν παρεμβολήν, ὅτι παρέδωκα αὐτὴν ἐν τῇ χειρί σου· 10 εἰ δὲ φοβῇ σὺ καταβῆναι, κατάβηθι σὺ καὶ Φαρα τὸ παιδάριόν σου εἰς τὴν παρεμβολὴν 11 καὶ ἀκούσῃ, τί λαλοῦσιν· καὶ μετὰ ταῦτα ἰσχύσουσιν αἱ χεῖρές σου, καὶ καταβήσῃ ἐν τῇ παρεμβολῇ. καὶ κατέβη αὐτὸς καὶ Φαρα τὸ παιδάριον αὐτοῦ εἰς μέρος τῶν πεντήκοντα τῶν ἐν τῇ παρεμβολῇ. 12 καὶ Μαδιαμ καὶ Αμαληκ καὶ πάντες οἱ υἱοὶ ἀνατολῶν παρεμβεβλήκεισαν ἐν τῇ κοιλάδι ὡς ἀκρὶς εἰς πλῆθος, καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός, ἀλλ᾽ ἦσαν ὥσπερ ἡ ἄμμος ἡ ἐπὶ τὸ χεῖλος τῆς θαλάσσης εἰς πλῆθος. 13 καὶ εἰσῆλθεν Γεδεων, καὶ ἰδοὺ ἀνὴρ ἐξηγεῖτο τῷ πλησίον αὐτοῦ τὸ ἐνύπνιον καὶ εἶπεν Ἰδοὺ τὸ ἐνύπνιον, ὃ ἠνυπνιάσθην, καὶ ἰδοὺ μαγὶς ἄρτου κριθίνου κυλιομένη ἐν τῇ παρεμβολῇ Μαδιαμ καὶ ἦλθεν ἕως τῆς σκηνῆς Μαδιαμ καὶ ἐπάταξεν αὐτὴν καὶ κατέστρεψεν αὐτήν, καὶ ἔπεσεν ἡ σκηνή. 14 καὶ ἀπεκρίθη ὁ πλησίον αὐτοῦ καὶ εἶπεν Οὐκ ἔστιν αὕτη ἀλλ᾽ ἢ ῥομφαία Γεδεων υἱοῦ Ιωας ἀνδρὸς Ισραηλ· παρέδωκεν κύριος ἐν χειρὶ αὐτοῦ τὴν Μαδιαμ καὶ πᾶσαν τὴν παρεμβολήν. 15 καὶ ἐγένετο ὡς ἤκουσεν Γεδεων τὴν διήγησιν τοῦ ἐνυπνίου καὶ τὴν σύγκρισιν αὐτοῦ, καὶ προσεκύνησεν κύριον καὶ ἐπέστρεψεν εἰς τὴν παρεμβολὴν Ισραηλ καὶ εἶπεν Ἀνάστητε, ὅτι παρέδωκεν κύριος ἐν χερσὶν ὑμῶν τὴν παρεμβολὴν Μαδιαμ. 16 καὶ διεῖλεν τοὺς τριακοσίους ἄνδρας τρεῖς ἀρχὰς καὶ ἔδωκεν κερατίνας ἐν χειρὶ πάντων καὶ ὑδρίας κενὰς καὶ λαμπάδας ἐν μέσῳ τῶν ὑδριῶν 17 καὶ εἶπεν πρὸς αὐτούς Ἀπ᾽ ἐμοῦ ὄψεσθε καὶ οὕτως ποιήσετε· καὶ ἰδοὺ ἐγὼ εἰσπορεύομαι ἐν μέσῳ τῆς παρεμβολῆς, καὶ ἔσται ὡς ἐὰν ποιήσω, οὕτως ποιήσετε· 18 καὶ σαλπιῶ τῇ κερατίνῃ ἐγὼ καὶ πάντες οἱ μετ᾽ ἐμοῦ, καὶ σαλπιεῖτε ταῖς κερατίναις καὶ ὑμεῖς κύκλῳ τῆς παρεμβολῆς καὶ ἐρεῖτε Τῷ κυρίῳ καὶ τῷ Γεδεων. 19 καὶ εἰσῆλθεν Γεδεων καὶ ἑκατὸν ἄνδρες μετ᾽ αὐτοῦ ἐν μέρει τῆς παρεμβολῆς ἀρχομένης τῆς φυλακῆς τῆς μεσούσης· πλὴν ἐγέρσει ἤγειρεν τοὺς φυλάσσοντας, καὶ ἐσάλπισαν ταῖς κερατίναις καὶ ἐξετίναξαν τὰς ὑδρίας τὰς ἐν ταῖς χερσὶν αὐτῶν. 20 καὶ ἐσάλπισαν αἱ τρεῖς ἀρχαὶ ἐν ταῖς κερατίναις καὶ συνέτριψαν τὰς ὑδρίας καὶ ἐλάβοντο ἐν τῇ χειρὶ τῇ ἀριστερᾷ αὐτῶν τῶν λαμπάδων, καὶ ἐν τῇ χειρὶ τῇ δεξιᾷ αὐτῶν αἱ κερατίναι τοῦ σαλπίζειν, καὶ ἀνέκραξαν Ῥομφαία τῷ κυρίῳ καὶ τῷ Γεδεων. 21 καὶ ἔστησαν ἕκαστος καθ᾽ ἑαυτὸν κύκλῳ τῆς παρεμβολῆς, καὶ ἔδραμον πᾶσα ἡ παρεμβολὴ καὶ ἐσήμαναν καὶ ἔφυγον. 22 καὶ ἐσάλπισαν αἱ τριακόσιαι κερατίναι, καὶ ἔθετο κύριος μάχαιραν ἀνδρὸς ἐν τῷ πλησίον αὐτοῦ καὶ ἐν ὅλῃ τῇ παρεμβολῇ, καὶ ἔφυγεν ἡ παρεμβολὴ ἕως τῆς Βαιθασεττα καὶ συνηγμένη ἕως χείλους Αβελμεουλα καὶ ἐπὶ Ταβαθ. 23 καὶ ἐβόησεν ἀνὴρ Ισραηλ ἐκ Νεφθαλιμ καὶ ἐξ Ασηρ καὶ ἐκ παντὸς Μανασση καὶ κατεδίωξαν ὀπίσω Μαδιαμ.
24 Καὶ ἀγγέλους ἐξαπέστειλεν Γεδεων ἐν παντὶ ὁρίῳ Εφραιμ λέγων Κατάβητε εἰς συνάντησιν Μαδιαμ καὶ καταλάβετε ἑαυτοῖς τὸ ὕδωρ ἕως Βαιθβηρα καὶ τὸν Ιορδάνην· καὶ ἐβόησεν πᾶς ἀνὴρ Εφραιμ καὶ προκατελάβοντο τὸ ὕδωρ ἕως Βαιθβηρα καὶ τὸν Ιορδάνην. 25 καὶ συνέλαβον τοὺς δύο ἄρχοντας Μαδιαμ, τὸν Ωρηβ καὶ τὸν Ζηβ, καὶ ἀπέκτειναν τὸν Ωρηβ ἐν Σουριν καὶ τὸν Ζηβ ἀπέκτειναν ἐν Ιακεφζηβ καὶ κατεδίωξαν Μαδιαμ· καὶ τὴν κεφαλὴν Ωρηβ καὶ Ζηβ ἤνεγκαν πρὸς Γεδεων ἐκ τοῦ πέραν τοῦ Ιορδάνου.
1 Then Jerubbaal, who is Gideon, and all the people that were with him, rose up early, and pitched beside the well of Harod: so that the host of the Midianites were on the north side of them, by the hill of Moreh, in the valley. 2 And the LORD said unto Gideon, The people that are with thee are too many for me to give the Midianites into their hands, lest Israel vaunt themselves against me, saying, Mine own hand hath saved me. 3 Now therefore go to, proclaim in the ears of the people, saying, Whosoever is fearful and afraid, let him return and depart early from mount Gilead. And there returned of the people twenty and two thousand; and there remained ten thousand. 4 And the LORD said unto Gideon, The people are yet too many; bring them down unto the water, and I will try them for thee there: and it shall be, that of whom I say unto thee, This shall go with thee, the same shall go with thee; and of whomsoever I say unto thee, This shall not go with thee, the same shall not go. 5 So he brought down the people unto the water: and the LORD said unto Gideon, Every one that lappeth of the water with his tongue, as a dog lappeth, him shalt thou set by himself; likewise every one that boweth down upon his knees to drink. 6 And the number of them that lapped, putting their hand to their mouth, were three hundred men: but all the rest of the people bowed down upon their knees to drink water. 7 And the LORD said unto Gideon, By the three hundred men that lapped will I save you, and deliver the Midianites into thine hand: and let all the other people go every man unto his place. 8 So the people took victuals in their hand, and their trumpets: and he sent all the rest of Israel every man unto his tent, and retained those three hundred men: and the host of Midian was beneath him in the valley.
9 ¶ And it came to pass the same night, that the LORD said unto him, Arise, get thee down unto the host; for I have delivered it into thine hand. 10 But if thou fear to go down, go thou with Phurah thy servant down to the host: 11 And thou shalt hear what they say; and afterward shall thine hands be strengthened to go down unto the host. Then went he down with Phurah his servant unto the outside of the armed men that were in the host. 12 And the Midianites and the Amalekites and all the children of the east lay along in the valley like grasshoppers for multitude; and their camels were without number, as the sand by the sea side for multitude. 13 And when Gideon was come, behold, there was a man that told a dream unto his fellow, and said, Behold, I dreamed a dream, and, lo, a cake of barley bread tumbled into the host of Midian, and came unto a tent, and smote it that it fell, and overturned it, that the tent lay along. 14 And his fellow answered and said, This is nothing else save the sword of Gideon the son of Joash, a man of Israel: for into his hand hath God delivered Midian, and all the host.
15 ¶ And it was so , when Gideon heard the telling of the dream, and the interpretation thereof, that he worshipped, and returned into the host of Israel, and said, Arise; for the LORD hath delivered into your hand the host of Midian.
16 And he divided the three hundred men into three companies, and he put a trumpet in every man’s hand, with empty pitchers, and lamps within the pitchers. 17 And he said unto them, Look on me, and do likewise: and, behold, when I come to the outside of the camp, it shall be that , as I do, so shall ye do. 18 When I blow with a trumpet, I and all that are with me, then blow ye the trumpets also on every side of all the camp, and say, The sword of the LORD, and of Gideon.
19 ¶ So Gideon, and the hundred men that were with him, came unto the outside of the camp in the beginning of the middle watch; and they had but newly set the watch: and they blew the trumpets, and brake the pitchers that were in their hands. 20 And the three companies blew the trumpets, and brake the pitchers, and held the lamps in their left hands, and the trumpets in their right hands to blow withal: and they cried, The sword of the LORD, and of Gideon. 21 And they stood every man in his place round about the camp: and all the host ran, and cried, and fled. 22 And the three hundred blew the trumpets, and the LORD set every man’s sword against his fellow, even throughout all the host: and the host fled to Beth-shittah in Zererath, and to the border of Abel-meholah, unto Tabbath.
23 And the men of Israel gathered themselves together out of Naphtali, and out of Asher, and out of all Manasseh, and pursued after the Midianites.
24 ¶ And Gideon sent messengers throughout all mount Ephraim, saying, Come down against the Midianites, and take before them the waters unto Beth-barah and Jordan. Then all the men of Ephraim gathered themselves together, and took the waters unto Beth-barah and Jordan. 25 And they took two princes of the Midianites, Oreb and Zeeb; and they slew Oreb upon the rock Oreb, and Zeeb they slew at the winepress of Zeeb, and pursued Midian, and brought the heads of Oreb and Zeeb to Gideon on the other side Jordan.