1 Καὶ ἐγένετο ἀνὴρ ἐξ ὄρους Εφραιμ, καὶ ὄνομα αὐτῷ Μιχα. 2 καὶ εἶπεν τῇ μητρὶ αὐτοῦ Χιλίους καὶ ἑκατὸν ἀργυρίου τοὺς λημφθέντας σοι καὶ ἐξώρκισας καὶ εἶπας ἐν τοῖς ὠσίν μου, ἰδοὺ τὸ ἀργύριον παρ᾽ ἐμοί, ἐγὼ ἔλαβον αὐτό. καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ Εὐλογημένος ὁ υἱός μου τῷ κυρίῳ. 3 καὶ ἀπέδωκεν τοὺς χιλίους καὶ ἑκατὸν τοῦ ἀργυρίου τῇ μητρὶ αὐτοῦ, καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ Ἁγιασμῷ ἡγίασα τὸ ἀργύριον τῷ κυρίῳ ἐκ τῆς χειρός μου κατὰ μόνας τοῦ ποιῆσαι γλυπτὸν καὶ χωνευτόν, καὶ νῦν ἐπιστρέψω αὐτά σοι καὶ ἀποδώσω σοι αὐτό. 4 καὶ ἀπέδωκεν τὸ ἀργύριον τῇ μητρὶ αὐτοῦ· καὶ ἔλαβεν ἡ μήτηρ αὐτοῦ διακοσίους τοῦ ἀργυρίου καὶ ἔδωκεν αὐτὸ τῷ χωνευτῇ, καὶ ἐποίησεν αὐτὸ γλυπτὸν καὶ χωνευτόν, καὶ ἐγένετο ἐν τῷ οἴκῳ Μιχα. 5 καὶ ὁ ἀνὴρ Μιχα, αὐτῷ οἶκος θεοῦ· καὶ ἐποίησεν εφουδ καὶ θεραφιν καὶ ἐνέπλησεν τὴν χεῖρα ἑνὸς τῶν υἱῶν αὐτοῦ, καὶ ἐγενήθη αὐτῷ εἰς ἱερέα. — 6 ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ· ἀνὴρ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει.
7 Καὶ ἐγένετο παιδάριον ἐκ Βηθλεεμ δήμου Ιουδα ἐκ τῆς συγγενείας Ιουδα, καὶ αὐτὸς Λευίτης, καὶ αὐτὸς παρῴκει ἐκεῖ. 8 καὶ ἐπορεύθη ὁ ἀνὴρ ἐκ τῆς πόλεως Ιουδα ἐκ Βηθλεεμ παροικεῖν οὗ ἐὰν εὕρῃ, καὶ ἐγενήθη εἰς ὄρος Εφραιμ ἕως οἴκου Μιχα τοῦ ποιῆσαι τὴν ὁδὸν αὐτοῦ. 9 καὶ εἶπεν αὐτῷ Μιχα Πόθεν ἔρχῃ; καὶ εἶπεν πρὸς αὐτόν Λευίτης ἐγώ εἰμι ἐκ Βηθλεεμ Ιουδα, καὶ ἐγὼ πορεύομαι παροικεῖν οὗ ἐὰν εὕρω. 10 καὶ εἶπεν αὐτῷ Μιχα Κάθου μετ᾽ ἐμοῦ καὶ γενοῦ μοι εἰς πατέρα καὶ εἰς ἱερέα, καὶ ἐγὼ δώσω σοι δέκα ἀργυρίου εἰς ἡμέρας καὶ ζεῦγος ἱματίων καὶ τὰ πρὸς τὸ ζῆν σου. καὶ ἐπορεύθη ὁ Λευίτης 11 καὶ ἤρξατο παροικεῖν παρὰ τῷ ἀνδρί, καὶ ἐγενήθη αὐτῷ τὸ παιδάριον ὡς εἷς τῶν υἱῶν αὐτοῦ. 12 καὶ ἐνέπλησεν Μιχα τὴν χεῖρα τοῦ Λευίτου, καὶ ἐγενήθη αὐτῷ τὸ παιδάριον εἰς ἱερέα καὶ ἦν ἐν τῷ οἴκῳ Μιχα. 13 καὶ εἶπεν Μιχα Νῦν ἔγνων ὅτι ἠγαθοποίησέν με κύριος, ὅτι ἐγενήθη μοι ὁ Λευίτης εἰς ἱερέα.
1 And there was a man of mount Ephraim, whose name was Micah. 2 And he said unto his mother, The eleven hundred shekels of silver that were taken from thee, about which thou cursedst, and spakest of also in mine ears, behold, the silver is with me; I took it. And his mother said, Blessed be thou of the LORD, my son. 3 And when he had restored the eleven hundred shekels of silver to his mother, his mother said, I had wholly dedicated the silver unto the LORD from my hand for my son, to make a graven image and a molten image: now therefore I will restore it unto thee. 4 Yet he restored the money unto his mother; and his mother took two hundred shekels of silver, and gave them to the founder, who made thereof a graven image and a molten image: and they were in the house of Micah. 5 And the man Micah had an house of gods, and made an ephod, and teraphim, and consecrated one of his sons, who became his priest. 6 In those days there was no king in Israel, but every man did that which was right in his own eyes.
7 ¶ And there was a young man out of Beth-lehem-judah of the family of Judah, who was a Levite, and he sojourned there. 8 And the man departed out of the city from Beth-lehem-judah to sojourn where he could find a place: and he came to mount Ephraim to the house of Micah, as he journeyed. 9 And Micah said unto him, Whence comest thou? And he said unto him, I am a Levite of Beth-lehem-judah, and I go to sojourn where I may find a place . 10 And Micah said unto him, Dwell with me, and be unto me a father and a priest, and I will give thee ten shekels of silver by the year, and a suit of apparel, and thy victuals. So the Levite went in. 11 And the Levite was content to dwell with the man; and the young man was unto him as one of his sons. 12 And Micah consecrated the Levite; and the young man became his priest, and was in the house of Micah. 13 Then said Micah, Now know I that the LORD will do me good, seeing I have a Levite to my priest.