1 Ιακωβ ὁ παῖς μου, ἀντιλήμψομαι αὐτοῦ· Ισραηλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου· ἔδωκα τὸ πνεῦμά μου ἐπ᾽ αὐτόν, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. 2 οὐ κεκράξεται οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. 3 κάλαμον τεθλασμένον οὐ συντρίψει καὶ λίνον καπνιζόμενον οὐ σβέσει, ἀλλὰ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν. 4 ἀναλάμψει καὶ οὐ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν. 5 οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ᾽ αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν· 6 ἐγὼ κύριος ὁ θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν 7 ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει. — 8 ἐγὼ κύριος ὁ θεός, τοῦτό μού ἐστιν τὸ ὄνομα· τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς. 9 τὰ ἀπ᾽ ἀρχῆς ἰδοὺ ἥκασιν, καὶ καινὰ ἃ ἐγὼ ἀναγγελῶ, καὶ πρὸ τοῦ ἀνατεῖλαι ἐδηλώθη ὑμῖν.
10 Ὑμνήσατε τῷ κυρίῳ ὕμνον καινόν, ἡ ἀρχὴ αὐτοῦ· δοξάζετε τὸ ὄνομα αὐτοῦ ἀπ᾽ ἄκρου τῆς γῆς, οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν καὶ πλέοντες αὐτήν, αἱ νῆσοι καὶ οἱ κατοικοῦντες αὐτάς. 11 εὐφράνθητι, ἔρημος καὶ αἱ κῶμαι αὐτῆς, ἐπαύλεις καὶ οἱ κατοικοῦντες Κηδαρ· εὐφρανθήσονται οἱ κατοικοῦντες Πέτραν, ἀπ᾽ ἄκρων τῶν ὀρέων βοήσουσιν· 12 δώσουσιν τῷ θεῷ δόξαν, τὰς ἀρετὰς αὐτοῦ ἐν ταῖς νήσοις ἀναγγελοῦσιν. 13 κύριος ὁ θεὸς τῶν δυνάμεων ἐξελεύσεται καὶ συντρίψει πόλεμον, ἐπεγερεῖ ζῆλον καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος. 14 ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι; ἐκαρτέρησα ὡς ἡ τίκτουσα, ἐκστήσω καὶ ξηρανῶ ἅμα. 15 καὶ θήσω ποταμοὺς εἰς νήσους καὶ ἕλη ξηρανῶ. 16 καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ, ᾗ οὐκ ἔγνωσαν, καὶ τρίβους, οὓς οὐκ ᾔδεισαν, πατῆσαι ποιήσω αὐτούς· ποιήσω αὐτοῖς τὸ σκότος εἰς φῶς καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν· ταῦτα τὰ ῥήματα ποιήσω καὶ οὐκ ἐγκαταλείψω αὐτούς. 17 αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω· αἰσχύνθητε αἰσχύνην, οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς οἱ λέγοντες τοῖς χωνευτοῖς Ὑμεῖς ἐστε θεοὶ ἡμῶν.
18 Οἱ κωφοί, ἀκούσατε, καὶ οἱ τυφλοί, ἀναβλέψατε ἰδεῖν. 19 καὶ τίς τυφλὸς ἀλλ᾽ ἢ οἱ παῖδές μου καὶ κωφοὶ ἀλλ᾽ ἢ οἱ κυριεύοντες αὐτῶν; καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ θεοῦ. 20 εἴδετε πλεονάκις, καὶ οὐκ ἐφυλάξασθε· ἠνοιγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε. 21 κύριος ὁ θεὸς ἐβούλετο ἵνα δικαιωθῇ καὶ μεγαλύνῃ αἴνεσιν. καὶ εἶδον, 22 καὶ ἐγένετο ὁ λαὸς πεπρονομευμένος καὶ διηρπασμένος· ἡ γὰρ παγὶς ἐν τοῖς ταμιείοις πανταχοῦ, καὶ ἐν οἴκοις ἅμα, ὅπου ἔκρυψαν αὐτούς, ἐγένοντο εἰς προνομήν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἅρπαγμα, καὶ οὐκ ἦν ὁ λέγων Ἀπόδος. 23 τίς ἐν ὑμῖν, ὃς ἐνωτιεῖται ταῦτα, εἰσακούσεται εἰς τὰ ἐπερχόμενα; 24 τίς ἔδωκεν εἰς διαρπαγὴν Ιακωβ καὶ Ισραηλ τοῖς προνομεύουσιν αὐτόν; οὐχὶ ὁ θεός, ᾧ ἡμάρτοσαν αὐτῷ καὶ οὐκ ἐβούλοντο ἐν ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι οὐδὲ ἀκούειν τοῦ νόμου αὐτοῦ; 25 καὶ ἐπήγαγεν ἐπ᾽ αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, καὶ κατίσχυσεν αὐτοὺς πόλεμος καὶ οἱ συμφλέγοντες αὐτοὺς κύκλῳ, καὶ οὐκ ἔγνωσαν ἕκαστος αὐτῶν οὐδὲ ἔθεντο ἐπὶ ψυχήν.
1 Behold my servant, whom I uphold; mine elect, in whom my soul delighteth; I have put my spirit upon him: he shall bring forth judgment to the Gentiles. 2 He shall not cry, nor lift up, nor cause his voice to be heard in the street. 3 A bruised reed shall he not break, and the smoking flax shall he not quench: he shall bring forth judgment unto truth. 4 He shall not fail nor be discouraged, till he have set judgment in the earth: and the isles shall wait for his law.
5 ¶ Thus saith God the LORD, he that created the heavens, and stretched them out; he that spread forth the earth, and that which cometh out of it; he that giveth breath unto the people upon it, and spirit to them that walk therein: 6 I the LORD have called thee in righteousness, and will hold thine hand, and will keep thee, and give thee for a covenant of the people, for a light of the Gentiles; 7 To open the blind eyes, to bring out the prisoners from the prison, and them that sit in darkness out of the prison house. 8 I am the LORD: that is my name: and my glory will I not give to another, neither my praise to graven images. 9 Behold, the former things are come to pass, and new things do I declare: before they spring forth I tell you of them. 10 Sing unto the LORD a new song, and his praise from the end of the earth, ye that go down to the sea, and all that is therein; the isles, and the inhabitants thereof. 11 Let the wilderness and the cities thereof lift up their voice , the villages that Kedar doth inhabit: let the inhabitants of the rock sing, let them shout from the top of the mountains. 12 Let them give glory unto the LORD, and declare his praise in the islands.
13 The LORD shall go forth as a mighty man, he shall stir up jealousy like a man of war: he shall cry, yea, roar; he shall prevail against his enemies. 14 I have long time holden my peace; I have been still, and refrained myself: now will I cry like a travailing woman; I will destroy and devour at once. 15 I will make waste mountains and hills, and dry up all their herbs; and I will make the rivers islands, and I will dry up the pools. 16 And I will bring the blind by a way that they knew not; I will lead them in paths that they have not known: I will make darkness light before them, and crooked things straight. These things will I do unto them, and not forsake them.
17 ¶ They shall be turned back, they shall be greatly ashamed, that trust in graven images, that say to the molten images, Ye are our gods.
18 Hear, ye deaf; and look, ye blind, that ye may see. 19 Who is blind, but my servant? or deaf, as my messenger that I sent? who is blind as he that is perfect, and blind as the LORD’s servant? 20 Seeing many things, but thou observest not; opening the ears, but he heareth not. 21 The LORD is well pleased for his righteousness’ sake; he will magnify the law, and make it honourable. 22 But this is a people robbed and spoiled; they are all of them snared in holes, and they are hid in prison houses: they are for a prey, and none delivereth; for a spoil, and none saith, Restore. 23 Who among you will give ear to this? who will hearken and hear for the time to come? 24 Who gave Jacob for a spoil, and Israel to the robbers? did not the LORD, he against whom we have sinned? for they would not walk in his ways, neither were they obedient unto his law. 25 Therefore he hath poured upon him the fury of his anger, and the strength of battle: and it hath set him on fire round about, yet he knew not; and it burned him, yet he laid it not to heart.