1 Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Εὐλογήσω σε, κύριε, διότι ὠργίσθης μοι καὶ ἀπέστρεψας τὸν θυμόν σου καὶ ἠλέησάς με. 2 ἰδοὺ ὁ θεός μου σωτήρ μου κύριος, πεποιθὼς ἔσομαι ἐπ᾽ αὐτῷ καὶ σωθήσομαι ἐν αὐτῷ καὶ οὐ φοβηθήσομαι, διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν. 3 καὶ ἀντλήσετε ὕδωρ μετ᾽ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. 4 καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Ὑμνεῖτε κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἔνδοξα αὐτοῦ, μιμνῄσκεσθε ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. 5 ὑμνήσατε τὸ ὄνομα κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν· ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ. 6 ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε, οἱ κατοικοῦντες Σιων, ὅτι ὑψώθη ὁ ἅγιος τοῦ Ισραηλ ἐν μέσῳ αὐτῆς.
1 And in that day thou shalt say, O LORD, I will praise thee: though thou wast angry with me, thine anger is turned away, and thou comfortedst me. 2 Behold, God is my salvation; I will trust, and not be afraid: for the LORD JEHOVAH is my strength and my song; he also is become my salvation. 3 Therefore with joy shall ye draw water out of the wells of salvation.
4 And in that day shall ye say, Praise the LORD, call upon his name, declare his doings among the people, make mention that his name is exalted. 5 Sing unto the LORD; for he hath done excellent things: this is known in all the earth. 6 Cry out and shout, thou inhabitant of Zion: for great is the Holy One of Israel in the midst of thee.