1 Καὶ ἐπιπεσὼν Ιωσηφ ἐπὶ τὸ πρόσωπον τοῦ πατρὸς αὐτοῦ ἔκλαυσεν ἐπ᾽ αὐτὸν καὶ ἐφίλησεν αὐτόν. 2 καὶ προσέταξεν Ιωσηφ τοῖς παισὶν αὐτοῦ τοῖς ἐνταφιασταῖς ἐνταφιάσαι τὸν πατέρα αὐτοῦ, καὶ ἐνεταφίασαν οἱ ἐνταφιασταὶ τὸν Ισραηλ. 3 καὶ ἐπλήρωσαν αὐτοῦ τεσσαράκοντα ἡμέρας· οὕτως γὰρ καταριθμοῦνται αἱ ἡμέραι τῆς ταφῆς. καὶ ἐπένθησεν αὐτὸν Αἴγυπτος ἑβδομήκοντα ἡμέρας.
4 Ἐπειδὴ δὲ παρῆλθον αἱ ἡμέραι τοῦ πένθους, ἐλάλησεν Ιωσηφ πρὸς τοὺς δυνάστας Φαραω λέγων Εἰ εὗρον χάριν ἐναντίον ὑμῶν, λαλήσατε περὶ ἐμοῦ εἰς τὰ ὦτα Φαραω λέγοντες 5 Ὁ πατήρ μου ὥρκισέν με λέγων Ἐν τῷ μνημείῳ, ᾧ ὤρυξα ἐμαυτῷ ἐν γῇ Χανααν, ἐκεῖ με θάψεις· νῦν οὖν ἀναβὰς θάψω τὸν πατέρα μου καὶ ἐπανελεύσομαι. 6 καὶ εἶπεν Φαραω Ἀνάβηθι, θάψον τὸν πατέρα σου, καθάπερ ὥρκισέν σε. 7 καὶ ἀνέβη Ιωσηφ θάψαι τὸν πατέρα αὐτοῦ, καὶ συνανέβησαν μετ᾽ αὐτοῦ πάντες οἱ παῖδες Φαραω καὶ οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ καὶ πάντες οἱ πρεσβύτεροι τῆς γῆς Αἰγύπτου 8 καὶ πᾶσα ἡ πανοικία Ιωσηφ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ οἰκία ἡ πατρικὴ αὐτοῦ, καὶ τὴν συγγένειαν καὶ τὰ πρόβατα καὶ τοὺς βόας ὑπελίποντο ἐν γῇ Γεσεμ. 9 καὶ συνανέβησαν μετ᾽ αὐτοῦ καὶ ἅρματα καὶ ἱππεῖς, καὶ ἐγένετο ἡ παρεμβολὴ μεγάλη σφόδρα. 10 καὶ παρεγένοντο ἐφ᾽ ἅλωνα Αταδ, ὅ ἐστιν πέραν τοῦ Ιορδάνου, καὶ ἐκόψαντο αὐτὸν κοπετὸν μέγαν καὶ ἰσχυρὸν σφόδρα· καὶ ἐποίησεν τὸ πένθος τῷ πατρὶ αὐτοῦ ἑπτὰ ἡμέρας. 11 καὶ εἶδον οἱ κάτοικοι τῆς γῆς Χανααν τὸ πένθος ἐν ἅλωνι Αταδ καὶ εἶπαν Πένθος μέγα τοῦτό ἐστιν τοῖς Αἰγυπτίοις· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Πένθος Αἰγύπτου, ὅ ἐστιν πέραν τοῦ Ιορδάνου. 12 καὶ ἐποίησαν αὐτῷ οὕτως οἱ υἱοὶ αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐκεῖ. 13 καὶ ἀνέλαβον αὐτὸν οἱ υἱοὶ αὐτοῦ εἰς γῆν Χανααν καὶ ἔθαψαν αὐτὸν εἰς τὸ σπήλαιον τὸ διπλοῦν, ὃ ἐκτήσατο Αβρααμ τὸ σπήλαιον ἐν κτήσει μνημείου παρὰ Εφρων τοῦ Χετταίου κατέναντι Μαμβρη. 14 καὶ ἀπέστρεψεν Ιωσηφ εἰς Αἴγυπτον, αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ συναναβάντες θάψαι τὸν πατέρα αὐτοῦ.
15 Ἰδόντες δὲ οἱ ἀδελφοὶ Ιωσηφ ὅτι τέθνηκεν ὁ πατὴρ αὐτῶν, εἶπαν Μήποτε μνησικακήσῃ ἡμῖν Ιωσηφ καὶ ἀνταπόδομα ἀνταποδῷ ἡμῖν πάντα τὰ κακά, ἃ ἐνεδειξάμεθα αὐτῷ. 16 καὶ παρεγένοντο πρὸς Ιωσηφ λέγοντες Ὁ πατήρ σου ὥρκισεν πρὸ τοῦ τελευτῆσαι αὐτὸν λέγων 17 Οὕτως εἴπατε Ιωσηφ Ἄφες αὐτοῖς τὴν ἀδικίαν καὶ τὴν ἁμαρτίαν αὐτῶν, ὅτι πονηρά σοι ἐνεδείξαντο· καὶ νῦν δέξαι τὴν ἀδικίαν τῶν θεραπόντων τοῦ θεοῦ τοῦ πατρός σου. καὶ ἔκλαυσεν Ιωσηφ λαλούντων αὐτῶν πρὸς αὐτόν. 18 καὶ ἐλθόντες πρὸς αὐτὸν εἶπαν Οἵδε ἡμεῖς σοι οἰκέται. 19 καὶ εἶπεν αὐτοῖς Ιωσηφ Μὴ φοβεῖσθε· τοῦ γὰρ θεοῦ εἰμι ἐγώ. 20 ὑμεῖς ἐβουλεύσασθε κατ᾽ ἐμοῦ εἰς πονηρά, ὁ δὲ θεὸς ἐβουλεύσατο περὶ ἐμοῦ εἰς ἀγαθά, ὅπως ἂν γενηθῇ ὡς σήμερον, ἵνα διατραφῇ λαὸς πολύς. 21 καὶ εἶπεν αὐτοῖς Μὴ φοβεῖσθε· ἐγὼ διαθρέψω ὑμᾶς καὶ τὰς οἰκίας ὑμῶν. καὶ παρεκάλεσεν αὐτοὺς καὶ ἐλάλησεν αὐτῶν εἰς τὴν καρδίαν.
22 Καὶ κατῴκησεν Ιωσηφ ἐν Αἰγύπτῳ, αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ πανοικία τοῦ πατρὸς αὐτοῦ. καὶ ἔζησεν Ιωσηφ ἔτη ἑκατὸν δέκα. 23 καὶ εἶδεν Ιωσηφ Εφραιμ παιδία ἕως τρίτης γενεᾶς, καὶ υἱοὶ Μαχιρ τοῦ υἱοῦ Μανασση ἐτέχθησαν ἐπὶ μηρῶν Ιωσηφ. 24 καὶ εἶπεν Ιωσηφ τοῖς ἀδελφοῖς αὐτοῦ λέγων Ἐγὼ ἀποθνῄσκω· ἐπισκοπῇ δὲ ἐπισκέψεται ὑμᾶς ὁ θεὸς καὶ ἀνάξει ὑμᾶς ἐκ τῆς γῆς ταύτης εἰς τὴν γῆν, ἣν ὤμοσεν ὁ θεὸς τοῖς πατράσιν ἡμῶν Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ. 25 καὶ ὥρκισεν Ιωσηφ τοὺς υἱοὺς Ισραηλ λέγων Ἐν τῇ ἐπισκοπῇ, ᾗ ἐπισκέψεται ὑμᾶς ὁ θεός, καὶ συνανοίσετε τὰ ὀστᾶ μου ἐντεῦθεν μεθ᾽ ὑμῶν. 26 καὶ ἐτελεύτησεν Ιωσηφ ἐτῶν ἑκατὸν δέκα· καὶ ἔθαψαν αὐτὸν καὶ ἔθηκαν ἐν τῇ σορῷ ἐν Αἰγύπτῳ.
1 And Joseph fell upon his father’s face, and wept upon him, and kissed him. 2 And Joseph commanded his servants the physicians to embalm his father: and the physicians embalmed Israel. 3 And forty days were fulfilled for him; for so are fulfilled the days of those which are embalmed: and the Egyptians mourned for him threescore and ten days. 4 And when the days of his mourning were past, Joseph spake unto the house of Pharaoh, saying, If now I have found grace in your eyes, speak, I pray you, in the ears of Pharaoh, saying, 5 My father made me swear, saying, Lo, I die: in my grave which I have digged for me in the land of Canaan, there shalt thou bury me. Now therefore let me go up, I pray thee, and bury my father, and I will come again. 6 And Pharaoh said, Go up, and bury thy father, according as he made thee swear.
7 ¶ And Joseph went up to bury his father: and with him went up all the servants of Pharaoh, the elders of his house, and all the elders of the land of Egypt, 8 And all the house of Joseph, and his brethren, and his father’s house: only their little ones, and their flocks, and their herds, they left in the land of Goshen. 9 And there went up with him both chariots and horsemen: and it was a very great company. 10 And they came to the threshingfloor of Atad, which is beyond Jordan, and there they mourned with a great and very sore lamentation: and he made a mourning for his father seven days. 11 And when the inhabitants of the land, the Canaanites, saw the mourning in the floor of Atad, they said, This is a grievous mourning to the Egyptians: wherefore the name of it was called Abel-mizraim, which is beyond Jordan. 12 And his sons did unto him according as he commanded them: 13 For his sons carried him into the land of Canaan, and buried him in the cave of the field of Machpelah, which Abraham bought with the field for a possession of a buryingplace of Ephron the Hittite, before Mamre.
14 ¶ And Joseph returned into Egypt, he, and his brethren, and all that went up with him to bury his father, after he had buried his father.
15 ¶ And when Joseph’s brethren saw that their father was dead, they said, Joseph will peradventure hate us, and will certainly requite us all the evil which we did unto him. 16 And they sent a messenger unto Joseph, saying, Thy father did command before he died, saying, 17 So shall ye say unto Joseph, Forgive, I pray thee now, the trespass of thy brethren, and their sin; for they did unto thee evil: and now, we pray thee, forgive the trespass of the servants of the God of thy father. And Joseph wept when they spake unto him. 18 And his brethren also went and fell down before his face; and they said, Behold, we be thy servants. 19 And Joseph said unto them, Fear not: for am I in the place of God? 20 But as for you, ye thought evil against me; but God meant it unto good, to bring to pass, as it is this day, to save much people alive. 21 Now therefore fear ye not: I will nourish you, and your little ones. And he comforted them, and spake kindly unto them.
22 ¶ And Joseph dwelt in Egypt, he, and his father’s house: and Joseph lived an hundred and ten years. 23 And Joseph saw Ephraim’s children of the third generation: the children also of Machir the son of Manasseh were brought up upon Joseph’s knees. 24 And Joseph said unto his brethren, I die: and God will surely visit you, and bring you out of this land unto the land which he sware to Abraham, to Isaac, and to Jacob. 25 And Joseph took an oath of the children of Israel, saying, God will surely visit you, and ye shall carry up my bones from hence. 26 So Joseph died, being an hundred and ten years old: and they embalmed him, and he was put in a coffin in Egypt.