1 Εἶπεν δὲ ὁ θεὸς πρὸς Ιακωβ Ἀναστὰς ἀνάβηθι εἰς τὸν τόπον Βαιθηλ καὶ οἴκει ἐκεῖ καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ θεῷ τῷ ὀφθέντι σοι ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου Ησαυ τοῦ ἀδελφοῦ σου. 2 εἶπεν δὲ Ιακωβ τῷ οἴκῳ αὐτοῦ καὶ πᾶσιν τοῖς μετ᾽ αὐτοῦ Ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς μεθ᾽ ὑμῶν ἐκ μέσου ὑμῶν καὶ καθαρίσασθε καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν, 3 καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθηλ καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ θεῷ τῷ ἐπακούσαντί μοι ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ᾽ ἐμοῦ καὶ διέσωσέν με ἐν τῇ ὁδῷ, ᾗ ἐπορεύθην. 4 καὶ ἔδωκαν τῷ Ιακωβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν, καὶ κατέκρυψεν αὐτὰ Ιακωβ ὑπὸ τὴν τερέμινθον τὴν ἐν Σικιμοις καὶ ἀπώλεσεν αὐτὰ ἕως τῆς σήμερον ἡμέρας. 5 καὶ ἐξῆρεν Ισραηλ ἐκ Σικιμων, καὶ ἐγένετο φόβος θεοῦ ἐπὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῶν, καὶ οὐ κατεδίωξαν ὀπίσω τῶν υἱῶν Ισραηλ. 6 ἦλθεν δὲ Ιακωβ εἰς Λουζα, ἥ ἐστιν ἐν γῇ Χανααν, ἥ ἐστιν Βαιθηλ, αὐτὸς καὶ πᾶς ὁ λαός, ὃς ἦν μετ᾽ αὐτοῦ. 7 καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου Βαιθηλ· ἐκεῖ γὰρ ἐπεφάνη αὐτῷ ὁ θεὸς ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου Ησαυ τοῦ ἀδελφοῦ αὐτοῦ. 8 ἀπέθανεν δὲ Δεββωρα ἡ τροφὸς Ρεβεκκας κατώτερον Βαιθηλ ὑπὸ τὴν βάλανον, καὶ ἐκάλεσεν Ιακωβ τὸ ὄνομα αὐτῆς Βάλανος πένθους.
9 Ὤφθη δὲ ὁ θεὸς Ιακωβ ἔτι ἐν Λουζα, ὅτε παρεγένετο ἐκ Μεσοποταμίας τῆς Συρίας, καὶ ηὐλόγησεν αὐτὸν ὁ θεός. 10 καὶ εἶπεν αὐτῷ ὁ θεός Τὸ ὄνομά σου Ιακωβ· οὐ κληθήσεται ἔτι Ιακωβ, ἀλλ᾽ Ισραηλ ἔσται τὸ ὄνομά σου. 11 εἶπεν δὲ αὐτῷ ὁ θεός Ἐγὼ ὁ θεός σου· αὐξάνου καὶ πληθύνου· ἔθνη καὶ συναγωγαὶ ἐθνῶν ἔσονται ἐκ σοῦ, καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται. 12 καὶ τὴν γῆν, ἣν δέδωκα Αβρααμ καὶ Ισαακ, σοὶ δέδωκα αὐτήν· σοὶ ἔσται, καὶ τῷ σπέρματί σου μετὰ σὲ δώσω τὴν γῆν ταύτην. 13 ἀνέβη δὲ ὁ θεὸς ἀπ᾽ αὐτοῦ ἐκ τοῦ τόπου, οὗ ἐλάλησεν μετ᾽ αὐτοῦ. 14 καὶ ἔστησεν Ιακωβ στήλην ἐν τῷ τόπῳ, ᾧ ἐλάλησεν μετ᾽ αὐτοῦ, στήλην λιθίνην, καὶ ἔσπεισεν ἐπ᾽ αὐτὴν σπονδὴν καὶ ἐπέχεεν ἐπ᾽ αὐτὴν ἔλαιον. 15 καὶ ἐκάλεσεν Ιακωβ τὸ ὄνομα τοῦ τόπου, ἐν ᾧ ἐλάλησεν μετ᾽ αὐτοῦ ἐκεῖ ὁ θεός, Βαιθηλ.
16 Ἀπάρας δὲ Ιακωβ ἐκ Βαιθηλ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ ἐπέκεινα τοῦ πύργου Γαδερ. ἐγένετο δὲ ἡνίκα ἤγγισεν Χαβραθα εἰς γῆν ἐλθεῖν Εφραθα, ἔτεκεν Ραχηλ καὶ ἐδυστόκησεν ἐν τῷ τοκετῷ. 17 ἐγένετο δὲ ἐν τῷ σκληρῶς αὐτὴν τίκτειν εἶπεν αὐτῇ ἡ μαῖα Θάρσει, καὶ γὰρ οὗτός σοί ἐστιν υἱός. 18 ἐγένετο δὲ ἐν τῷ ἀφιέναι αὐτὴν τὴν ψυχήν — ἀπέθνῃσκεν γάρ — ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Υἱὸς ὀδύνης μου· ὁ δὲ πατὴρ ἐκάλεσεν αὐτὸν Βενιαμιν. 19 ἀπέθανεν δὲ Ραχηλ καὶ ἐτάφη ἐν τῇ ὁδῷ Εφραθα (αὕτη ἐστὶν Βηθλεεμ). 20 καὶ ἔστησεν Ιακωβ στήλην ἐπὶ τοῦ μνημείου αὐτῆς· αὕτη ἐστὶν στήλη μνημείου Ραχηλ ἕως τῆς σήμερον ἡμέρας. 22 Ἐγένετο δὲ ἡνίκα κατῴκησεν Ισραηλ ἐν τῇ γῇ ἐκείνῃ, ἐπορεύθη Ρουβην καὶ ἐκοιμήθη μετὰ Βαλλας τῆς παλλακῆς τοῦ πατρὸς αὐτοῦ· καὶ ἤκουσεν Ισραηλ, καὶ πονηρὸν ἐφάνη ἐναντίον αὐτοῦ. Ἦσαν δὲ οἱ υἱοὶ Ιακωβ δώδεκα. 23 υἱοὶ Λειας· πρωτότοκος Ιακωβ Ρουβην, Συμεων, Λευι, Ιουδας, Ισσαχαρ, Ζαβουλων. 24 υἱοὶ δὲ Ραχηλ· Ιωσηφ καὶ Βενιαμιν. 25 υἱοὶ δὲ Βαλλας παιδίσκης Ραχηλ· Δαν καὶ Νεφθαλι. 26 υἱοὶ δὲ Ζελφας παιδίσκης Λειας· Γαδ καὶ Ασηρ. οὗτοι υἱοὶ Ιακωβ, οἳ ἐγένοντο αὐτῷ ἐν Μεσοποταμίᾳ τῆς Συρίας
27 Ἦλθεν δὲ Ιακωβ πρὸς Ισαακ τὸν πατέρα αὐτοῦ εἰς Μαμβρη εἰς πόλιν τοῦ πεδίου (αὕτη ἐστὶν Χεβρων) ἐν γῇ Χανααν, οὗ παρῴκησεν Αβρααμ καὶ Ισαακ. 28 ἐγένοντο δὲ αἱ ἡμέραι Ισαακ, ἃς ἔζησεν, ἔτη ἑκατὸν ὀγδοήκοντα· 29 καὶ ἐκλιπὼν ἀπέθανεν καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ πρεσβύτερος καὶ πλήρης ἡμερῶν, καὶ ἔθαψαν αὐτὸν Ησαυ καὶ Ιακωβ οἱ υἱοὶ αὐτοῦ.
1 And God said unto Jacob, Arise, go up to Beth-el, and dwell there: and make there an altar unto God, that appeared unto thee when thou fleddest from the face of Esau thy brother. 2 Then Jacob said unto his household, and to all that were with him, Put away the strange gods that are among you, and be clean, and change your garments: 3 And let us arise, and go up to Beth-el; and I will make there an altar unto God, who answered me in the day of my distress, and was with me in the way which I went. 4 And they gave unto Jacob all the strange gods which were in their hand, and all their earrings which were in their ears; and Jacob hid them under the oak which was by Shechem. 5 And they journeyed: and the terror of God was upon the cities that were round about them, and they did not pursue after the sons of Jacob.
6 ¶ So Jacob came to Luz, which is in the land of Canaan, that is , Beth-el, he and all the people that were with him. 7 And he built there an altar, and called the place El-beth-el: because there God appeared unto him, when he fled from the face of his brother. 8 But Deborah Rebekah’s nurse died, and she was buried beneath Beth-el under an oak: and the name of it was called Allon-bachuth.
9 ¶ And God appeared unto Jacob again, when he came out of Padan-aram, and blessed him. 10 And God said unto him, Thy name is Jacob: thy name shall not be called any more Jacob, but Israel shall be thy name: and he called his name Israel. 11 And God said unto him, I am God Almighty: be fruitful and multiply; a nation and a company of nations shall be of thee, and kings shall come out of thy loins; 12 And the land which I gave Abraham and Isaac, to thee I will give it, and to thy seed after thee will I give the land. 13 And God went up from him in the place where he talked with him. 14 And Jacob set up a pillar in the place where he talked with him, even a pillar of stone: and he poured a drink offering thereon, and he poured oil thereon. 15 And Jacob called the name of the place where God spake with him, Beth-el.
16 ¶ And they journeyed from Beth-el; and there was but a little way to come to Ephrath: and Rachel travailed, and she had hard labour. 17 And it came to pass, when she was in hard labour, that the midwife said unto her, Fear not; thou shalt have this son also. 18 And it came to pass, as her soul was in departing, (for she died) that she called his name Ben-oni: but his father called him Benjamin. 19 And Rachel died, and was buried in the way to Ephrath, which is Beth-lehem. 20 And Jacob set a pillar upon her grave: that is the pillar of Rachel’s grave unto this day.
21 ¶ And Israel journeyed, and spread his tent beyond the tower of Edar. 22 And it came to pass, when Israel dwelt in that land, that Reuben went and lay with Bilhah his father’s concubine: and Israel heard it . Now the sons of Jacob were twelve: 23 The sons of Leah; Reuben, Jacob’s firstborn, and Simeon, and Levi, and Judah, and Issachar, and Zebulun: 24 The sons of Rachel; Joseph, and Benjamin: 25 And the sons of Bilhah, Rachel’s handmaid; Dan, and Naphtali: 26 And the sons of Zilpah, Leah’s handmaid; Gad, and Asher: these are the sons of Jacob, which were born to him in Padan-aram.
27 ¶ And Jacob came unto Isaac his father unto Mamre, unto the city of Arbah, which is Hebron, where Abraham and Isaac sojourned. 28 And the days of Isaac were an hundred and fourscore years. 29 And Isaac gave up the ghost, and died, and was gathered unto his people, being old and full of days: and his sons Esau and Jacob buried him.