1 Καὶ κύριος ἐπεσκέψατο τὴν Σαρραν, καθὰ εἶπεν, καὶ ἐποίησεν κύριος τῇ Σαρρα, καθὰ ἐλάλησεν, 2 καὶ συλλαβοῦσα ἔτεκεν Σαρρα τῷ Αβρααμ υἱὸν εἰς τὸ γῆρας εἰς τὸν καιρόν, καθὰ ἐλάλησεν αὐτῷ κύριος. 3 καὶ ἐκάλεσεν Αβρααμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου αὐτῷ, ὃν ἔτεκεν αὐτῷ Σαρρα, Ισαακ. 4 περιέτεμεν δὲ Αβρααμ τὸν Ισαακ τῇ ὀγδόῃ ἡμέρᾳ, καθὰ ἐνετείλατο αὐτῷ ὁ θεός. 5 Αβρααμ δὲ ἦν ἑκατὸν ἐτῶν, ἡνίκα ἐγένετο αὐτῷ Ισαακ ὁ υἱὸς αὐτοῦ. 6 εἶπεν δὲ Σαρρα Γέλωτά μοι ἐποίησεν κύριος· ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι. 7 καὶ εἶπεν Τίς ἀναγγελεῖ τῷ Αβρααμ ὅτι θηλάζει παιδίον Σαρρα; ὅτι ἔτεκον υἱὸν ἐν τῷ γήρει μου.
8 Καὶ ηὐξήθη τὸ παιδίον καὶ ἀπεγαλακτίσθη, καὶ ἐποίησεν Αβρααμ δοχὴν μεγάλην, ᾗ ἡμέρᾳ ἀπεγαλακτίσθη Ισαακ ὁ υἱὸς αὐτοῦ. 9 ἰδοῦσα δὲ Σαρρα τὸν υἱὸν Αγαρ τῆς Αἰγυπτίας, ὃς ἐγένετο τῷ Αβρααμ, παίζοντα μετὰ Ισαακ τοῦ υἱοῦ αὐτῆς 10 καὶ εἶπεν τῷ Αβρααμ Ἔκβαλε τὴν παιδίσκην ταύτην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης ταύτης μετὰ τοῦ υἱοῦ μου Ισαακ. 11 σκληρὸν δὲ ἐφάνη τὸ ῥῆμα σφόδρα ἐναντίον Αβρααμ περὶ τοῦ υἱοῦ αὐτοῦ. 12 εἶπεν δὲ ὁ θεὸς τῷ Αβρααμ Μὴ σκληρὸν ἔστω τὸ ῥῆμα ἐναντίον σου περὶ τοῦ παιδίου καὶ περὶ τῆς παιδίσκης· πάντα, ὅσα ἐὰν εἴπῃ σοι Σαρρα, ἄκουε τῆς φωνῆς αὐτῆς, ὅτι ἐν Ισαακ κληθήσεταί σοι σπέρμα. 13 καὶ τὸν υἱὸν δὲ τῆς παιδίσκης ταύτης, εἰς ἔθνος μέγα ποιήσω αὐτόν, ὅτι σπέρμα σόν ἐστιν. 14 ἀνέστη δὲ Αβρααμ τὸ πρωὶ καὶ ἔλαβεν ἄρτους καὶ ἀσκὸν ὕδατος καὶ ἔδωκεν Αγαρ καὶ ἐπέθηκεν ἐπὶ τὸν ὦμον καὶ τὸ παιδίον καὶ ἀπέστειλεν αὐτήν. ἀπελθοῦσα δὲ ἐπλανᾶτο τὴν ἔρημον κατὰ τὸ φρέαρ τοῦ ὅρκου. 15 ἐξέλιπεν δὲ τὸ ὕδωρ ἐκ τοῦ ἀσκοῦ, καὶ ἔρριψεν τὸ παιδίον ὑποκάτω μιᾶς ἐλάτης· 16 ἀπελθοῦσα δὲ ἐκάθητο ἀπέναντι αὐτοῦ μακρόθεν ὡσεὶ τόξου βολήν· εἶπεν γάρ Οὐ μὴ ἴδω τὸν Θάνατον τοῦ παιδίου μου. καὶ ἐκάθισεν ἀπέναντι αὐτοῦ, ἀναβοῆσαν δὲ τὸ παιδίον ἔκλαυσεν. 17 εἰσήκουσεν δὲ ὁ θεὸς τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου, οὗ ἦν, καὶ ἐκάλεσεν ἄγγελος τοῦ θεοῦ τὴν Αγαρ ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν αὐτῇ Τί ἐστιν, Αγαρ; μὴ φοβοῦ· ἐπακήκοεν γὰρ ὁ θεὸς τῆς φωνῆς τοῦ παιδίου σου ἐκ τοῦ τόπου, οὗ ἐστιν. 18 ἀνάστηθι, λαβὲ τὸ παιδίον καὶ κράτησον τῇ χειρί σου αὐτό· εἰς γὰρ ἔθνος μέγα ποιήσω αὐτόν. 19 καὶ ἀνέῳξεν ὁ θεὸς τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ εἶδεν φρέαρ ὕδατος ζῶντος καὶ ἐπορεύθη καὶ ἔπλησεν τὸν ἀσκὸν ὕδατος καὶ ἐπότισεν τὸ παιδίον. 20 καὶ ἦν ὁ θεὸς μετὰ τοῦ παιδίου, καὶ ηὐξήθη. καὶ κατῴκησεν ἐν τῇ ἐρήμῳ, ἐγένετο δὲ τοξότης. 21 καὶ κατῴκησεν ἐν τῇ ἐρήμῳ τῇ Φαραν, καὶ ἔλαβεν αὐτῷ ἡ μήτηρ γυναῖκα ἐκ γῆς Αἰγύπτου.
22 Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ εἶπεν Αβιμελεχ καὶ Οχοζαθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φικολ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ πρὸς Αβρααμ λέγων Ὁ θεὸς μετὰ σοῦ ἐν πᾶσιν, οἷς ἐὰν ποιῇς· 23 νῦν οὖν ὄμοσόν μοι τὸν θεὸν μὴ ἀδικήσειν με μηδὲ τὸ σπέρμα μου μηδὲ τὸ ὄνομά μου, ἀλλὰ κατὰ τὴν δικαιοσύνην, ἣν ἐποίησα μετὰ σοῦ, ποιήσεις μετ᾽ ἐμοῦ καὶ τῇ γῇ, ᾗ σὺ παρῴκησας ἐν αὐτῇ. 24 καὶ εἶπεν Αβρααμ Ἐγὼ ὀμοῦμαι. 25 καὶ ἤλεγξεν Αβρααμ τὸν Αβιμελεχ περὶ τῶν φρεάτων τοῦ ὕδατος, ὧν ἀφείλαντο οἱ παῖδες τοῦ Αβιμελεχ. 26 καὶ εἶπεν αὐτῷ Αβιμελεχ Οὐκ ἔγνων, τίς ἐποίησεν τὸ πρᾶγμα τοῦτο, οὐδὲ σύ μοι ἀπήγγειλας, οὐδὲ ἐγὼ ἤκουσα ἀλλ᾽ ἢ σήμερον. 27 καὶ ἔλαβεν Αβρααμ πρόβατα καὶ μόσχους καὶ ἔδωκεν τῷ Αβιμελεχ, καὶ διέθεντο ἀμφότεροι διαθήκην. 28 καὶ ἔστησεν Αβρααμ ἑπτὰ ἀμνάδας προβάτων μόνας. 29 καὶ εἶπεν Αβιμελεχ τῷ Αβρααμ Τί εἰσιν αἱ ἑπτὰ ἀμνάδες τῶν προβάτων τούτων, ἃς ἔστησας μόνας; 30 καὶ εἶπεν Αβρααμ ὅτι Τὰς ἑπτὰ ἀμνάδας ταύτας λήμψῃ παρ᾽ ἐμοῦ, ἵνα ὦσίν μοι εἰς μαρτύριον ὅτι ἐγὼ ὤρυξα τὸ φρέαρ τοῦτο. 31 διὰ τοῦτο ἐπωνόμασεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Φρέαρ ὁρκισμοῦ, ὅτι ἐκεῖ ὤμοσαν ἀμφότεροι. 32 καὶ διέθεντο διαθήκην ἐν τῷ φρέατι τοῦ ὅρκου. ἀνέστη δὲ Αβιμελεχ καὶ Οχοζαθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φικολ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ καὶ ἐπέστρεψαν εἰς τὴν γῆν τῶν Φυλιστιιμ. 33 καὶ ἐφύτευσεν Αβρααμ ἄρουραν ἐπὶ τῷ φρέατι τοῦ ὅρκου καὶ ἐπεκαλέσατο ἐκεῖ τὸ ὄνομα κυρίου Θεὸς αἰώνιος. 34 παρῴκησεν δὲ Αβρααμ ἐν τῇ γῇ τῶν Φυλιστιιμ ἡμέρας πολλάς.
1 And the LORD visited Sarah as he had said, and the LORD did unto Sarah as he had spoken. 2 For Sarah conceived, and bare Abraham a son in his old age, at the set time of which God had spoken to him. 3 And Abraham called the name of his son that was born unto him, whom Sarah bare to him, Isaac. 4 And Abraham circumcised his son Isaac being eight days old, as God had commanded him. 5 And Abraham was an hundred years old, when his son Isaac was born unto him.
6 ¶ And Sarah said, God hath made me to laugh, so that all that hear will laugh with me. 7 And she said, Who would have said unto Abraham, that Sarah should have given children suck? for I have born him a son in his old age. 8 And the child grew, and was weaned: and Abraham made a great feast the same day that Isaac was weaned.
9 ¶ And Sarah saw the son of Hagar the Egyptian, which she had born unto Abraham, mocking. 10 Wherefore she said unto Abraham, Cast out this bondwoman and her son: for the son of this bondwoman shall not be heir with my son, even with Isaac. 11 And the thing was very grievous in Abraham’s sight because of his son.
12 ¶ And God said unto Abraham, Let it not be grievous in thy sight because of the lad, and because of thy bondwoman; in all that Sarah hath said unto thee, hearken unto her voice; for in Isaac shall thy seed be called. 13 And also of the son of the bondwoman will I make a nation, because he is thy seed.
14 And Abraham rose up early in the morning, and took bread, and a bottle of water, and gave it unto Hagar, putting it on her shoulder, and the child, and sent her away: and she departed, and wandered in the wilderness of Beer-sheba. 15 And the water was spent in the bottle, and she cast the child under one of the shrubs. 16 And she went, and sat her down over against him a good way off, as it were a bowshot: for she said, Let me not see the death of the child. And she sat over against him , and lift up her voice, and wept. 17 And God heard the voice of the lad; and the angel of God called to Hagar out of heaven, and said unto her, What aileth thee, Hagar? fear not; for God hath heard the voice of the lad where he is . 18 Arise, lift up the lad, and hold him in thine hand; for I will make him a great nation. 19 And God opened her eyes, and she saw a well of water; and she went, and filled the bottle with water, and gave the lad drink. 20 And God was with the lad; and he grew, and dwelt in the wilderness, and became an archer. 21 And he dwelt in the wilderness of Paran: and his mother took him a wife out of the land of Egypt.
22 ¶ And it came to pass at that time, that Abimelech and Phichol the chief captain of his host spake unto Abraham, saying, God is with thee in all that thou doest: 23 Now therefore swear unto me here by God that thou wilt not deal falsely with me, nor with my son, nor with my son’s son: but according to the kindness that I have done unto thee, thou shalt do unto me, and to the land wherein thou hast sojourned. 24 And Abraham said, I will swear. 25 And Abraham reproved Abimelech because of a well of water, which Abimelech’s servants had violently taken away. 26 And Abimelech said, I wot not who hath done this thing: neither didst thou tell me, neither yet heard I of it , but to day. 27 And Abraham took sheep and oxen, and gave them unto Abimelech; and both of them made a covenant. 28 And Abraham set seven ewe lambs of the flock by themselves. 29 And Abimelech said unto Abraham, What mean these seven ewe lambs which thou hast set by themselves? 30 And he said, For these seven ewe lambs shalt thou take of my hand, that they may be a witness unto me, that I have digged this well. 31 Wherefore he called that place Beer-sheba; because there they sware both of them. 32 Thus they made a covenant at Beer-sheba: then Abimelech rose up, and Phichol the chief captain of his host, and they returned into the land of the Philistines.
33 ¶ And Abraham planted a grove in Beer-sheba, and called there on the name of the LORD, the everlasting God. 34 And Abraham sojourned in the Philistines’ land many days.