Τῷ Σαλωμων· εἰς ἔλεγχον.
1 Ἐν τῷ ἀπαχθῆναι Ισραηλ ἐν ἀποικεσίᾳ εἰς γῆν ἀλλοτρίαν
ἐν τῷ ἀποστῆναι αὐτοὺς ἀπὸ κυρίου τοῦ λυτρωσαμένου αὐτοὺς
ἀπερρίφησαν ἀπὸ κληρονομίας, ἧς ἔδωκεν αὐτοῖς κύριος.
2 ἐν παντὶ ἔθνει ἡ διασπορὰ τοῦ Ισραηλ κατὰ τὸ ῥῆμα τοῦ θεοῦ,
ἵνα δικαιωθῇς, ὁ θεός, ἐν τῇ δικαιοσύνῃ σου ἐν ταῖς ἀνομίαις ἡμῶν,
ὅτι σὺ κριτὴς δίκαιος ἐπὶ πάντας τοὺς λαοὺς τῆς γῆς.
3 οὐ γὰρ κρυβήσεται ἀπὸ τῆς γνώσεώς σου πᾶς ποιῶν ἄδικα,
καὶ αἱ δικαιοσύναι τῶν ὁσίων σου ἐνώπιόν σου, κύριε·
καὶ ποῦ κρυβήσεται ἄνθρωπος ἀπὸ τῆς γνώσεώς σου, ὁ θεός;
4 Τὰ ἔργα ἡμῶν ἐν ἐκλογῇ καὶ ἐξουσίᾳ τῆς ψυχῆς ἡμῶν
τοῦ ποιῆσαι δικαιοσύνην καὶ ἀδικίαν ἐν ἔργοις χειρῶν ἡμῶν·
καὶ ἐν τῇ δικαιοσύνῃ σου ἐπισκέπτῃ υἱοὺς ἀνθρώπων.
5 ὁ ποιῶν δικαιοσύνην θησαυρίζει ζωὴν αὑτῷ παρὰ κυρίῳ,
καὶ ὁ ποιῶν ἀδικίαν αὐτὸς αἴτιος τῆς ψυχῆς ἐν ἀπωλείᾳ·
τὰ γὰρ κρίματα κυρίου ἐν δικαιοσύνῃ κατ᾽ ἄνδρα καὶ οἶκον.
6 Τίνι χρηστεύσῃ, ὁ θεός, εἰ μὴ τοῖς ἐπικαλουμένοις τὸν κύριον;
καθαριεῖς ἐν ἁμαρτίαις ψυχὴν ἐν ἐξομολογήσει, ἐν ἐξαγορίαις,
ὅτι αἰσχύνη ἡμῖν καὶ τοῖς προσώποις ἡμῶν περὶ ἁπάντων.
7 καὶ τίνι ἀφήσεις ἁμαρτίας εἰ μὴ τοῖς ἡμαρτηκόσιν;
δικαίους εὐλογήσεις καὶ οὐκ εὐθυνεῖς περὶ ὧν ἡμάρτοσαν,
καὶ ἡ χρηστότης σου ἐπὶ ἁμαρτάνοντας ἐν μεταμελείᾳ.
8 Καὶ νῦν σὺ ὁ θεός, καὶ ἡμεῖς λαός, ὃν ἠγάπησας·
ἰδὲ καὶ οἰκτίρησον, ὁ θεὸς Ισραηλ, ὅτι σοί ἐσμεν,
καὶ μὴ ἀποστήσῃς ἔλεός σου ἀφ᾽ ἡμῶν, ἵνα μὴ ἐπιθῶνται ἡμῖν.
9 ὅτι σὺ ᾁρετίσω τὸ σπέρμα Αβρααμ παρὰ πάντα τὰ ἔθνη
καὶ ἔθου τὸ ὄνομά σου ἐφ᾽ ἡμᾶς, κύριε,
καὶ οὐκ ἀπώσῃ εἰς τὸν αἰῶνα.
10 ἐν διαθήκῃ διέθου τοῖς πατράσιν ἡμῶν περὶ ἡμῶν,
καὶ ἡμεῖς ἐλπιοῦμεν ἐπὶ σὲ ἐν ἐπιστροφῇ ψυχῆς ἡμῶν.
11 τοῦ κυρίου ἡ ἐλεημοσύνη ἐπὶ οἶκον Ισραηλ εἰς τὸν αἰῶνα καὶ ἔτι.