1 Ψαλμὸς τῷ Ασαφ.
Ὁ θεὸς ἔστη ἐν συναγωγῇ θεῶν,
ἐν μέσῳ δὲ θεοὺς διακρίνει
2 Ἕως πότε κρίνετε ἀδικίαν
καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε;
διάψαλμα.
3 κρίνατε ὀρφανὸν καὶ πτωχόν,
ταπεινὸν καὶ πένητα δικαιώσατε·
4 ἐξέλεσθε πένητα καὶ πτωχόν,
ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσασθε.
5 οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν,
ἐν σκότει διαπορεύονται·
σαλευθήσονται πάντα τὰ θεμέλια τῆς γῆς.
6 ἐγὼ εἶπα Θεοί ἐστε
καὶ υἱοὶ ὑψίστου πάντες·
7 ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε
καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε.
8 ἀνάστα, ὁ θεός, κρῖνον τὴν γῆν,
ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσιν τοῖς ἔθνεσιν.