1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
2 Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος;
ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ;
3 ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου,
ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας;
ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ᾽ ἐμέ;
4 ἐπίβλεψον, εἰσάκουσόν μου, κύριε ὁ θεός μου·
φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον,
5 μήποτε εἴπῃ ὁ ἐχθρός μου Ἴσχυσα πρὸς αὐτόν·
οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ.
6 ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα,
ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου·
ᾄσω τῷ κυρίῳ τῷ εὐεργετήσαντί με
καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου.