Ψαλμὸς τῷ Σαλωμων· περὶ δικαίων.
1 Ἵνα τί ὑπνοῖς, ψυχή, καὶ οὐκ εὐλογεῖς τὸν κύριον;
ὕμνον καινὸν ψάλατε τῷ θεῷ τῷ αἰνετῷ.
2 ψάλλε καὶ γρηγόρησον ἐπὶ τὴν γρηγόρησιν αὐτοῦ,
ὅτι ἀγαθὸς ψαλμὸς τῷ θεῷ ἐξ ἀγαθῆς καρδίας.
3 δίκαιοι μνημονεύουσιν διὰ παντὸς τοῦ κυρίου,
ἐν ἐξομολογήσει καὶ δικαιώσει τὰ κρίματα κυρίου.
4 οὐκ ὀλιγωρήσει δίκαιος παιδευόμενος ὑπὸ κυρίου,
ἡ εὐδοκία αὐτοῦ διὰ παντὸς ἔναντι κυρίου.
5 Προσέκοψεν ὁ δίκαιος καὶ ἐδικαίωσεν τὸν κύριον,
ἔπεσεν καὶ ἀποβλέπει τί ποιήσει αὐτῷ ὁ θεός,
ἀποσκοπεύει ὅθεν ἥξει σωτηρία αὐτοῦ.
6 ἀλήθεια τῶν δικαίων παρὰ θεοῦ σωτῆρος αὐτῶν,
οὐκ αὐλίζεται ἐν οἴκῳ δικαίου ἁμαρτία ἐφ᾽ ἁμαρτίαν·
7 ἐπισκέπτεται διὰ παντὸς τὸν οἶκον αὐτοῦ ὁ δίκαιος
τοῦ ἐξᾶραι ἀδικίαν ἐν παραπτώματι αὐτοῦ.
8 ἐξιλάσατο περὶ ἀγνοίας ἐν νηστείᾳ καὶ ταπεινώσει ψυχῆς αὐτοῦ,
καὶ ὁ κύριος καθαρίζει πᾶν ἄνδρα ὅσιον καὶ τὸν οἶκον αὐτοῦ.
9 Προσέκοψεν ἁμαρτωλὸς καὶ καταρᾶται ζωὴν αὐτοῦ,
τὴν ἡμέραν γενέσεως αὐτοῦ καὶ ὠδῖνας μητρός.
10 προσέθηκεν ἁμαρτίας ἐφ᾽ ἁμαρτίας τῇ ζωῇ αὐτοῦ·
ἔπεσεν, ὅτι πονηρὸν τὸ πτῶμα αὐτοῦ, καὶ οὐκ ἀναστήσεται.
11 ἡ ἀπώλεια τοῦ ἁμαρτωλοῦ εἰς τὸν αἰῶνα,
καὶ οὐ μνησθήσεται, ὅταν ἐπισκέπτηται δικαίους.
12 αὕτη ἡ μερὶς τῶν ἁμαρτωλῶν εἰς τὸν αἰῶνα·
οἱ δὲ φοβούμενοι τὸν κύριον ἀναστήσονται εἰς ζωὴν αἰώνιον,
καὶ ἡ ζωὴ αὐτῶν ἐν φωτὶ κυρίου καὶ οὐκ ἐκλείψει ἔτι.