1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ· ἐκστάσεως.
2 Ἐπὶ σοί, κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα·
ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με.
3 κλῖνον πρός με τὸ οὖς σου,
τάχυνον τοῦ ἐξελέσθαι με·
γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν
καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με.
4 ὅτι κραταίωμά μου καὶ καταφυγή μου εἶ σὺ
καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με καὶ διαθρέψεις με·
5 ἐξάξεις με ἐκ παγίδος ταύτης, ἧς ἔκρυψάν μοι,
ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου.
6 εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου·
ἐλυτρώσω με, κύριε ὁ θεὸς τῆς ἀληθείας.
7 ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας διὰ κενῆς·
ἐγὼ δὲ ἐπὶ τῷ κυρίῳ ἤλπισα.
8 ἀγαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου,
ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου,
ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου
9 καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθροῦ,
ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου.
10 ἐλέησόν με, κύριε, ὅτι θλίβομαι·
ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου,
ἡ ψυχή μου καὶ ἡ γαστήρ μου.
11 ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου
καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς·
ἠσθένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς μου,
καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν.
12 παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος
καὶ τοῖς γείτοσίν μου σφόδρα
καὶ φόβος τοῖς γνωστοῖς μου,
οἱ θεωροῦντές με ἔξω ἔφυγον ἀπ᾽ ἐμοῦ.
13 ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας,
ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός.
14 ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν·
ἐν τῷ ἐπισυναχθῆναι αὐτοὺς ἅμα ἐπ᾽ ἐμὲ
τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο.
15 ἐγὼ δὲ ἐπὶ σὲ ἤλπισα, κύριε·
εἶπα Σὺ εἶ ὁ θεός μου.
16 ἐν ταῖς χερσίν σου οἱ καιροί μου·
ῥῦσαί με ἐκ χειρὸς ἐχθρῶν μου
καὶ ἐκ τῶν καταδιωκόντων με.
17 ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου,
σῶσόν με ἐν τῷ ἐλέει σου.
18 κύριε, μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσάμην σε·
αἰσχυνθείησαν οἱ ἀσεβεῖς καὶ καταχθείησαν εἰς ᾅδου.
19 ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια
τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν
ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει.
20 ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, κύριε,
ἧς ἔκρυψας τοῖς φοβουμένοις σε,
ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ
ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων.
21 κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου ἀπὸ ταραχῆς ἀνθρώπων,
σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν.
22 εὐλογητὸς κύριος, ὅτι ἐθαυμάστωσεν τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς.
23 ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου
Ἀπέρριμμαι ἄρα ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου.
διὰ τοῦτο εἰσήκουσας τῆς φωνῆς τῆς δεήσεώς μου
ἐν τῷ κεκραγέναι με πρὸς σέ.
24 ἀγαπήσατε τὸν κύριον, πάντες οἱ ὅσιοι αὐτοῦ,
ὅτι ἀληθείας ἐκζητεῖ κύριος
καὶ ἀνταποδίδωσιν τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν.
25 ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν,
πάντες οἱ ἐλπίζοντες ἐπὶ κύριον.
Psallmë kënke për të përtëriturit e shtëpisë Dhavidhit.
1 Do të të lartonj, o Zot, se më ndihe, edhe nukë gëzove arëmiqt’ e mi mbë mua.
2 O Zot Perëndia im, bërtita mbë ty, edhe më shërove.
3 O Zot, nxore shpirtinë t’im prej varrit, më shpëtove nga ata që cbresënë ndë gropë.
4 Psallni Zotit, o të drejtët’ e ati, edhe lavduroni kujtimn’ e shënjtërisë ati.
5 Sepse zëmërim’ i ati (është vetëmë për një çikë herë) kur zëmëronetë, po (është) jetë ndë dashurim t’ati, mbrëmanet mund të vinjë të qarë, po ndë mëngjes (bënetë) gëzim.
6 Po unë thashë ndë mbarësit t’ime: Nukë do të tundem për gjithë jetënë.
7 O Zot, me anë të dashurimit tënt i dhe fuqi malit t’im. Po ktheve mbënjanë faqenë tënde, edhe u përzieshë.
8 Mbë ty thërrita, o Zot, edhe iu luta Perëndisë t’im.
9 Ç’ të mirë (bënetë) ndë gjakt t’im, ndë cbritsha ndë gropë? Mos do të të lavduronjë pluhuri? A do të dëftenjë të vërtetënë tënde?
10 Ndigjo o Zot, edhe përdëllye-më, o Zot, bënu ndihmësi im.
11 Ktheve të qarëtë t’im ndë gëzim, grise thesnë t’im, edhe më ngjeshe gëzim,
12 që të psallë për ty lavdia ime, edhe të mos pushonjë. O Zot Perëndia im, do të të lavduronj gjithë jetënë.