1 Ἀπόστειλον τὸν ἄρτον σου ἐπὶ πρόσωπον τοῦ ὕδατος,
ὅτι ἐν πλήθει τῶν ἡμερῶν εὑρήσεις αὐτόν·
2 δὸς μερίδα τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ,
ὅτι οὐ γινώσκεις τί ἔσται πονηρὸν ἐπὶ τὴν γῆν.
3 ἐὰν πληρωθῶσιν τὰ νέφη ὑετοῦ,
ἐπὶ τὴν γῆν ἐκχέουσιν·
καὶ ἐὰν πέσῃ ξύλον ἐν τῷ νότῳ καὶ ἐὰν ἐν τῷ βορρᾷ,
τόπῳ, οὗ πεσεῖται τὸ ξύλον, ἐκεῖ ἔσται.
4 τηρῶν ἄνεμον οὐ σπερεῖ,
καὶ βλέπων ἐν ταῖς νεφέλαις οὐ θερίσει,
5 ἐν οἷς οὐκ ἔστιν γινώσκων τίς ἡ ὁδὸς τοῦ πνεύματος.
ὡς ὀστᾶ ἐν γαστρὶ τῆς κυοφορούσης,
οὕτως οὐ γνώσῃ τὰ ποιήματα τοῦ θεοῦ,
ὅσα ποιήσει σὺν τὰ πάντα.
6 ἐν πρωίᾳ σπεῖρον τὸ σπέρμα σου,
καὶ εἰς ἑσπέραν μὴ ἀφέτω ἡ χείρ σου,
ὅτι οὐ γινώσκεις ποῖον στοιχήσει, ἢ τοῦτο ἢ τοῦτο,
καὶ ἐὰν τὰ δύο ἐπὶ τὸ αὐτὸ ἀγαθά.
7 καὶ γλυκὺ τὸ φῶς καὶ ἀγαθὸν τοῖς ὀφθαλμοῖς
τοῦ βλέπειν σὺν τὸν ἥλιον·
8 ὅτι καὶ ἐὰν ἔτη πολλὰ ζήσεται ὁ ἄνθρωπος,
ἐν πᾶσιν αὐτοῖς εὐφρανθήσεται
καὶ μνησθήσεται τὰς ἡμέρας τοῦ σκότους,
ὅτι πολλαὶ ἔσονται·
πᾶν τὸ ἐρχόμενον ματαιότης.
9 Εὐφραίνου, νεανίσκε, ἐν νεότητί σου,
καὶ ἀγαθυνάτω σε ἡ καρδία σου ἐν ἡμέραις νεότητός σου,
καὶ περιπάτει ἐν ὁδοῖς καρδίας σου
καὶ ἐν ὁράσει ὀφθαλμῶν σου
καὶ γνῶθι ὅτι ἐπὶ πᾶσι τούτοις ἄξει σε ὁ θεὸς ἐν κρίσει.
10 καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου
καὶ παράγαγε πονηρίαν ἀπὸ σαρκός σου,
ὅτι ἡ νεότης καὶ ἡ ἄνοια ματαιότης.