1 Ψαλμὸς τῷ Δαυιδ· τῆς μιᾶς σαββάτων.
Τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς,
ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ·
2 αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν
καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν.
3 τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου
καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ;
4 ἀθῷος χερσὶν καὶ καθαρὸς τῇ καρδίᾳ,
ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ
καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ.
5 οὗτος λήμψεται εὐλογίαν παρὰ κυρίου
καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ.
6 αὕτη ἡ γενεὰ ζητούντων αὐτόν,
ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ιακωβ.
διάψαλμα.
7 ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν,
καὶ ἐπάρθητε, πύλαι αἰώνιοι,
καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.
8 τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;
κύριος κραταιὸς καὶ δυνατός,
κύριος δυνατὸς ἐν πολέμῳ.
9 ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν,
καὶ ἐπάρθητε, πύλαι αἰώνιοι,
καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.
10 τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;
κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης.