1 Αλληλουια· Αγγαιου καὶ Ζαχαριου.
Ἐπαίνει, Ιερουσαλημ, τὸν κύριον,
αἴνει τὸν θεόν σου, Σιων,
2 ὅτι ἐνίσχυσεν τοὺς μοχλοὺς τῶν πυλῶν σου,
εὐλόγησεν τοὺς υἱούς σου ἐν σοί·
3 ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην
καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε·
4 ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ,
ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ
5 τοῦ διδόντος χιόνα ὡσεὶ ἔριον,
ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος,
6 βάλλοντος κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς,
κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται;
7 ἀποστελεῖ τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτά·
πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα.
8 ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ Ιακωβ,
δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ισραηλ.
9 οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει
καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς.