1 Αλληλουια· Αγγαιου καὶ Ζαχαριου.
Αἴνει, ἡ ψυχή μου, τὸν κύριον.
2 αἰνέσω κύριον ἐν ζωῇ μου,
ψαλῶ τῷ θεῷ μου, ἕως ὑπάρχω.
3 μὴ πεποίθατε ἐπ᾽ ἄρχοντας
καὶ ἐφ᾽ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστιν σωτηρία.
4 ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ·
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν.
5 μακάριος οὗ ὁ θεὸς Ιακωβ βοηθός,
ἡ ἐλπὶς αὐτοῦ ἐπὶ κύριον τὸν θεὸν αὐτοῦ
6 τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν,
τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς,
τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα,
7 ποιοῦντα κρίμα τοῖς ἀδικουμένοις,
διδόντα τροφὴν τοῖς πεινῶσιν·
κύριος λύει πεπεδημένους,
8 κύριος ἀνορθοῖ κατερραγμένους,
κύριος σοφοῖ τυφλούς,
κύριος ἀγαπᾷ δικαίους·
9 κύριος φυλάσσει τοὺς προσηλύτους,
ὀρφανὸν καὶ χήραν ἀναλήμψεται
καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ.
10 βασιλεύσει κύριος εἰς τὸν αἰῶνα,
ὁ θεός σου, Σιων, εἰς γενεὰν καὶ γενεάν.