1 Ὠιδὴ τῶν ἀναβαθμῶν.
Οἱ πεποιθότες ἐπὶ κύριον ὡς ὄρος Σιων·
οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ιερουσαλημ.
2 ὄρη κύκλῳ αὐτῆς,
καὶ κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ
ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
3 ὅτι οὐκ ἀφήσει τὴν ῥάβδον τῶν ἁμαρτωλῶν
ἐπὶ τὸν κλῆρον τῶν δικαίων,
ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι
ἐν ἀνομίᾳ χεῖρας αὐτῶν.
4 ἀγάθυνον, κύριε, τοῖς ἀγαθοῖς
καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ·
5 τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς
ἀπάξει κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν.
εἰρήνη ἐπὶ τὸν Ισραηλ.