1 Ὠιδὴ τῶν ἀναβαθμῶν.
Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσιν μοι
Εἰς οἶκον κυρίου πορευσόμεθα.
2 ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν
ἐν ταῖς αὐλαῖς σου, Ιερουσαλημ.
3 Ιερουσαλημ οἰκοδομουμένη ὡς πόλις
ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό.
4 ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί,
φυλαὶ κυρίου μαρτύριον τῷ Ισραηλ
τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι κυρίου·
5 ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν,
θρόνοι ἐπὶ οἶκον Δαυιδ.
6 ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ιερουσαλημ,
καὶ εὐθηνία τοῖς ἀγαπῶσίν σε·
7 γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου
καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσίν σου.
8 ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου
ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ·
9 ἕνεκα τοῦ οἴκου κυρίου τοῦ θεοῦ ἡμῶν
ἐξεζήτησα ἀγαθά σοι.