1 Ὠιδὴ τῶν ἀναβαθμῶν.
Πρὸς κύριον ἐν τῷ θλίβεσθαί με
ἐκέκραξα, καὶ εἰσήκουσέν μου.
2 κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων
καὶ ἀπὸ γλώσσης δολίας.
3 τί δοθείη σοι καὶ τί προστεθείη σοι
πρὸς γλῶσσαν δολίαν;
4 τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα
σὺν τοῖς ἄνθραξιν τοῖς ἐρημικοῖς.
5 οἴμμοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη,
κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδαρ.
6 πολλὰ παρῴκησεν ἡ ψυχή μου.
7 μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός·
ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν.