1 Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κορε, ὑπὲρ τῶν κρυφίων ψαλμός.
2 Ὁ θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις,
βοηθὸς ἐν θλίψεσιν ταῖς εὑρούσαις ἡμᾶς σφόδρα.
3 διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν
καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν.
4 ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν,
ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ.
διάψαλμα.
5 τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν τοῦ θεοῦ·
ἡγίασεν τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος.
6 ὁ θεὸς ἐν μέσῳ αὐτῆς, οὐ σαλευθήσεται·
βοηθήσει αὐτῇ ὁ θεὸς τὸ πρὸς πρωί.
7 ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι·
ἔδωκεν φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ.
8 κύριος τῶν δυνάμεων μεθ᾽ ἡμῶν,
ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς Ιακωβ.
διάψαλμα.
9 δεῦτε ἴδετε τὰ ἔργα κυρίου,
ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς.
10 ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς
τόξον συντρίψει καὶ συγκλάσει ὅπλον
καὶ θυρεοὺς κατακαύσει ἐν πυρί.
11 σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός·
ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ.
12 κύριος τῶν δυνάμεων μεθ᾽ ἡμῶν,
ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς Ιακωβ.