1 Εἰς τὸ τέλος· ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου· τῷ Δαυιδ.
2 Ὑψώσω σε, κύριε, ὅτι ὑπέλαβές με
καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπ᾽ ἐμέ.
3 κύριε ὁ θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με·
4 κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου,
ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.
5 ψάλατε τῷ κυρίῳ, οἱ ὅσιοι αὐτοῦ,
καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ·
6 ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ,
καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ·
τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς
καὶ εἰς τὸ πρωὶ ἀγαλλίασις.
7 ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου
Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα.
8 κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν·
ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος.
9 πρὸς σέ, κύριε, κεκράξομαι
καὶ πρὸς τὸν θεόν μου δεηθήσομαι
10 Τίς ὠφέλεια ἐν τῷ αἵματί μου,
ἐν τῷ καταβῆναί με εἰς διαφθοράν;
μὴ ἐξομολογήσεταί σοι χοῦς
ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου;
11 ἤκουσεν κύριος καὶ ἠλέησέν με,
κύριος ἐγενήθη βοηθός μου.
12 ἔστρεψας τὸν κοπετόν μου εἰς χορὸν ἐμοί,
διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην,
13 ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου καὶ οὐ μὴ κατανυγῶ·
κύριε ὁ θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι.