1 Συνέσεως τῷ Δαυιδ ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ· προσευχή.
2 Φωνῇ μου πρὸς κύριον ἐκέκραξα,
φωνῇ μου πρὸς κύριον ἐδεήθην.
3 ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίν μου,
τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
4 ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου
καὶ σὺ ἔγνως τὰς τρίβους μου·
ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
5 κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον,
ὅτι οὐκ ἦν ὁ ἐπιγινώσκων με·
ἀπώλετο φυγὴ ἀπ᾽ ἐμοῦ,
καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
6 ἐκέκραξα πρὸς σέ, κύριε,
εἶπα Σὺ εἶ ἡ ἐλπίς μου,
μερίς μου ἐν γῇ ζώντων.
7 πρόσχες πρὸς τὴν δέησίν μου,
ὅτι ἐταπεινώθην σφόδρα·
ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με,
ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
8 ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου
τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου, κύριε·
ἐμὲ ὑπομενοῦσιν δίκαιοι ἕως οὗ ἀνταποδῷς μοι.