1 Ὠιδὴ τῶν ἀναβαθμῶν.
Ἐκ βαθέων ἐκέκραξά σε, κύριε·
2 κύριε, εἰσάκουσον τῆς φωνῆς μου·
γενηθήτω τὰ ὦτά σου προσέχοντα
εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
3 ἐὰν ἀνομίας παρατηρήσῃ, κύριε,
κύριε, τίς ὑποστήσεται;
4 ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
5 ἕνεκεν τοῦ νόμου σου ὑπέμεινά σε, κύριε,
ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου.
6 ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν κύριον
ἀπὸ φυλακῆς πρωίας μέχρι νυκτός·
ἀπὸ φυλακῆς πρωίας ἐλπισάτω Ισραηλ ἐπὶ τὸν κύριον.
7 ὅτι παρὰ τῷ κυρίῳ τὸ ἔλεος,
καὶ πολλὴ παρ᾽ αὐτῷ λύτρωσις,
8 καὶ αὐτὸς λυτρώσεται τὸν Ισραηλ
ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.