1 Εἰς τὸ τέλος· τῷ Δαυιδ εἰς ἀνάμνησιν, 2 εἰς τὸ σῶσαί με κύριον.
Ὁ θεός, εἰς τὴν βοήθειάν μου πρόσχες.
3 αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντές μου τὴν ψυχήν,
ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ βουλόμενοί μοι κακά,
4 ἀποστραφείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι Εὖγε εὖγε.
5 ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε,
καὶ λεγέτωσαν διὰ παντός Μεγαλυνθήτω ὁ θεός, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου.
6 ἐγὼ δὲ πτωχὸς καὶ πένης· ὁ θεός, βοήθησόν μοι.
βοηθός μου καὶ ῥύστης μου εἶ σύ· κύριε, μὴ χρονίσῃς.