1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
2 Μακάριος ὁ συνίων ἐπὶ πτωχὸν καὶ πένητα·
ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ κύριος.
3 κύριος διαφυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ
καὶ μὴ παραδῴη αὐτὸν εἰς χεῖρας ἐχθροῦ αὐτοῦ.
4 κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ·
ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ.
5 ἐγὼ εἶπα Κύριε, ἐλέησόν με·
ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
6 οἱ ἐχθροί μου εἶπαν κακά μοι
Πότε ἀποθανεῖται, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ;
7 καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει·
ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ,
ἐξεπορεύετο ἔξω καὶ ἐλάλει.
8 ἐπὶ τὸ αὐτὸ κατ᾽ ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου,
κατ᾽ ἐμοῦ ἐλογίζοντο κακά μοι,
9 λόγον παράνομον κατέθεντο κατ᾽ ἐμοῦ
Μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι;
10 καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ᾽ ὃν ἤλπισα,
ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ᾽ ἐμὲ πτερνισμόν·
11 σὺ δέ, κύριε, ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς.
12 ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με,
ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ᾽ ἐμέ.
13 ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου,
καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα.
14 Εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα.
γένοιτο γένοιτο.