1 Προσευχὴ τῷ Δαυιδ.
Κλῖνον, κύριε, τὸ οὖς σου καὶ ἐπάκουσόν μου,
ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ.
2 φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι·
σῶσον τὸν δοῦλόν σου, ὁ θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σέ.
3 ἐλέησόν με, κύριε, ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν.
4 εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου,
ὅτι πρὸς σέ, κύριε, ἦρα τὴν ψυχήν μου.
5 ὅτι σύ, κύριε, χρηστὸς καὶ ἐπιεικὴς
καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε.
6 ἐνώτισαι, κύριε, τὴν προσευχήν μου
καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.
7 ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σέ, ὅτι εἰσήκουσάς μου.
8 οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, κύριε,
καὶ οὐκ ἔστιν κατὰ τὰ ἔργα σου.
9 πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσιν
καὶ προσκυνήσουσιν ἐνώπιόν σου, κύριε,
καὶ δοξάσουσιν τὸ ὄνομά σου,
10 ὅτι μέγας εἶ σὺ καὶ ποιῶν θαυμάσια,
σὺ εἶ ὁ θεὸς μόνος ὁ μέγας.
11 ὁδήγησόν με, κύριε, τῇ ὁδῷ σου,
καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου·
εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου.
12 ἐξομολογήσομαί σοι, κύριε ὁ θεός μου, ἐν ὅλῃ καρδίᾳ μου
καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα,
13 ὅτι τὸ ἔλεός σου μέγα ἐπ᾽ ἐμὲ
καὶ ἐρρύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου.
14 ὁ θεός, παράνομοι ἐπανέστησαν ἐπ᾽ ἐμέ,
καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου
καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν.
15 καὶ σύ, κύριε ὁ θεός, οἰκτίρμων καὶ ἐλεήμων,
μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός.
16 ἐπίβλεψον ἐπ᾽ ἐμὲ καὶ ἐλέησόν με,
δὸς τὸ κράτος σου τῷ παιδί σου
καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου.
17 ποίησον μετ᾽ ἐμοῦ σημεῖον εἰς ἀγαθόν,
καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν,
ὅτι σύ, κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με.