1 Τοῦ Δαυιδ.
Κρῖνόν με, κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην
καὶ ἐπὶ τῷ κυρίῳ ἐλπίζων οὐ μὴ ἀσθενήσω.
2 δοκίμασόν με, κύριε, καὶ πείρασόν με,
πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου.
3 ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μού ἐστιν,
καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου.
4 οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος
καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω·
5 ἐμίσησα ἐκκλησίαν πονηρευομένων
καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω.
6 νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου
καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, κύριε,
7 τοῦ ἀκοῦσαι φωνὴν αἰνέσεως
καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου.
8 κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου
καὶ τόπον σκηνώματος δόξης σου.
9 μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου
καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου,
10 ὧν ἐν χερσὶν ἀνομίαι,
ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων.
11 ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην·
λύτρωσαί με καὶ ἐλέησόν με.
12 ὁ γὰρ πούς μου ἔστη ἐν εὐθύτητι·
ἐν ἐκκλησίαις εὐλογήσω σε, κύριε.