1 Συνέσεως Αιθαν τῷ Ισραηλίτῃ.
2 Τὰ ἐλέη σου, κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι,
εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου,
3 ὅτι εἶπας Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται·
ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου
4 Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου,
ὤμοσα Δαυιδ τῷ δούλῳ μου
5 Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου
καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου.
διάψαλμα.
6 ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, κύριε,
καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων.
7 ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ κυρίῳ,
καὶ τίς ὁμοιωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ;
8 ὁ θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων,
μέγας καὶ φοβερὸς ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ.
9 κύριε ὁ θεὸς τῶν δυνάμεων, τίς ὅμοιός σοι;
δυνατὸς εἶ, κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου.
10 σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης,
τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις.
11 σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον
καὶ ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου.
12 σοί εἰσιν οἱ οὐρανοί, καὶ σή ἐστιν ἡ γῆ·
τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας.
13 τὸν βορρᾶν καὶ θαλάσσας σὺ ἔκτισας,
Θαβωρ καὶ Ερμων ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.
14 σὸς ὁ βραχίων μετὰ δυναστείας·
κραταιωθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου.
15 δικαιοσύνη καὶ κρίμα ἑτοιμασία τοῦ θρόνου σου,
ἔλεος καὶ ἀλήθεια προπορεύσεται πρὸ προσώπου σου.
16 μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν·
κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται
17 καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν
καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται.
18 ὅτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν εἶ σύ,
καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν.
19 ὅτι τοῦ κυρίου ἡ ἀντίλημψις
καὶ τοῦ ἁγίου Ισραηλ βασιλέως ἡμῶν.
20 τότε ἐλάλησας ἐν ὁράσει τοῖς ὁσίοις σου
καὶ εἶπας Ἐθέμην βοήθειαν ἐπὶ δυνατόν,
ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου·
21 εὗρον Δαυιδ τὸν δοῦλόν μου,
ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν.
22 ἡ γὰρ χείρ μου συναντιλήμψεται αὐτῷ,
καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν·
23 οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ,
καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν·
24 καὶ συγκόψω τοὺς ἐχθροὺς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ
καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι.
25 καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ᾽ αὐτοῦ,
καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ·
26 καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ
καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ.
27 αὐτὸς ἐπικαλέσεταί με Πατήρ μου εἶ σύ,
θεός μου καὶ ἀντιλήμπτωρ τῆς σωτηρίας μου·
28 κἀγὼ πρωτότοκον θήσομαι αὐτόν,
ὑψηλὸν παρὰ τοῖς βασιλεῦσιν τῆς γῆς.
29 εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου,
καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ·
30 καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ
καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ.
31 ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου
καὶ τοῖς κρίμασίν μου μὴ πορευθῶσιν,
32 ἐὰν τὰ δικαιώματά μου βεβηλώσουσιν
καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν,
33 ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν
καὶ ἐν μάστιξιν τὰς ἁμαρτίας αὐτῶν,
34 τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ᾽ αὐτοῦ
οὐδὲ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου
35 οὐδὲ μὴ βεβηλώσω τὴν διαθήκην μου
καὶ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω.
36 ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυιδ ψεύσομαι
37 Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ
καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου
38 καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα·
καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός.
διάψαλμα.
39 σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας,
ἀνεβάλου τὸν χριστόν σου·
40 κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου,
ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ.
41 καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ,
ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν·
42 διήρπασαν αὐτὸν πάντες οἱ διοδεύοντες ὁδόν,
ἐγενήθη ὄνειδος τοῖς γείτοσιν αὐτοῦ.
43 ὕψωσας τὴν δεξιὰν τῶν ἐχθρῶν αὐτοῦ,
εὔφρανας πάντας τοὺς ἐχθροὺς αὐτοῦ·
44 ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ
καὶ οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ.
45 κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτόν,
τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέρραξας·
46 ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ,
κατέχεας αὐτοῦ αἰσχύνην.
διάψαλμα.
47 ἕως πότε, κύριε, ἀποστρέψεις εἰς τέλος,
ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου;
48 μνήσθητι τίς μου ἡ ὑπόστασις·
μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων;
49 τίς ἐστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον,
ῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδου;
διάψαλμα.
50 ποῦ εἰσιν τὰ ἐλέη σου τὰ ἀρχαῖα, κύριε,
ἃ ὤμοσας τῷ Δαυιδ ἐν τῇ ἀληθείᾳ σου;
51 μνήσθητι, κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου,
οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου, πολλῶν ἐθνῶν,
52 οὗ ὠνείδισαν οἱ ἐχθροί σου, κύριε,
οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ χριστοῦ σου.

53 Εὐλογητὸς κύριος εἰς τὸν αἰῶνα.
γένοιτο γένοιτο.
1 Këngë. Psalm i bijve të Korahut. Mjeshtrit të korit. Me melodi të trishtueshme. Himn i Heman Ezrahitit.
2 O Zot, Perëndia i shpëtimit tim,
ty të thërras ditë e natë.
3 Lutja ime mbërrittë te ti,
vëri vesh kujës sime.
4 Më është mbushur shpirti me të këqija,
jeta ime është pranë skëterrës.
5 Më radhitin me ata që kallen në varr,
jam bërë si njeri pa forcë.
6 Endem mes të vdekurve,
si të vrarët që dergjen varreve,
si ata që ti nuk i kujton më,
që janë shkëputur nga dora jote.
7 Më ke plandosur në gropën më të thellë,
në skutat më të errëta të thellësive.
8 Mbi mua rëndon zemërimi yt,
mbi mua përplasen gjithë dallgët e tua. selah
9 Largove prej meje të njohurit e mi,
më bëre të neveritshëm për ta.
Jam mbyllur brenda e më nuk dal,
10 sytë më janë venitur prej mjerimit.
Ty të kam thirrur përditë, o Zot,
duart drejt teje i kam shtrirë.
11 Pse, për të vdekurit do t'i bësh mrekullitë?
Mos do të ngrihen hijet e të vdekurve të të përlëvdojnë? selah
12 Mos ka për të folur kush në varr për mirësinë tënde,
apo për besnikërinë tënde në vendin e shkatërrimit?
13 Mos kanë për t'u njohur në errësirë mrekullitë e tua,
apo drejtësia jote në vendin e harresës?
14 Por unë të thërras ty, o Zot, për ndihmë,
lutja ime mbërrin para teje që në mëngjes.
15 Përse më hedh tej, o Zot?
Përse e fsheh fytyrën prej meje?
16 I mjerë jam unë e në prag të vdekjes që në rini,
vuaj prej tmerreve të tua plot dëshpërim.
17 Më mbulojnë zemërimet e tua,
tmerret e tua më rrënojnë.
18 Më rrethojnë si uji tërë ditën,
vërshojnë mbi mua nga të gjitha anët.
19 Largove prej meje miq e shokë,
vetëm errësira më bën shoqëri.