1 Ψαλμὸς τῷ Δαυιδ, ὅτε αὐτὸν ὁ υἱὸς καταδιώκει.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου,
ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου·
2 καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου,
ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
3 ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου,
ἐκάθισέν με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος·
4 καὶ ἠκηδίασεν ἐπ᾽ ἐμὲ τὸ πνεῦμά μου,
ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
5 ἐμνήσθην ἡμερῶν ἀρχαίων
καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου,
ἐν ποιήμασιν τῶν χειρῶν σου ἐμελέτων.
6 διεπέτασα τὰς χεῖράς μου πρὸς σέ,
ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.
διάψαλμα.
7 ταχὺ εἰσάκουσόν μου, κύριε,
ἐξέλιπεν τὸ πνεῦμά μου·
μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ,
καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
8 ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου,
ὅτι ἐπὶ σοὶ ἤλπισα·
γνώρισόν μοι, κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι,
ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου·
9 ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, κύριε,
ὅτι πρὸς σὲ κατέφυγον.
10 δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ θεός μου·
τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.
11 ἕνεκα τοῦ ὀνόματός σου, κύριε, ζήσεις με,
ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου·
12 καὶ ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου
καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου·
ὅτι δοῦλός σού εἰμι ἐγώ.
1 Himn i Davidit. Lutje që bëri kur ishte në shpellë.
2 Me zërin tim i thërras Zotit,
me zërin tim i përgjërohem Zotit.
3 Para tij do ta nxjerr rënkimin tim,
hidhërimin tim para tij do ta rrëfej.
4 Kur më meket shpirti,
ti e njeh mirë udhën time.
Udhës ku po kaloj,
më kanë ngritur kurth.
5 Hedh sytë djathtas e vështroj,
nuk ka asnjë të njohur,
nuk ka asnjë strehim për mua,
askush nuk kujdeset për jetën time.
6 Atëherë të thirra ty, o Zot, e thashë:
«Ti je strehimi im,
ti je trashëgimia ime në tokën e të gjallëve».
7 Dëgjoje mirë kujën time,
se shumë jam poshtëruar,
shpëtomë prej atyre që më përndjekin,
se janë më të fortë se unë.
8 Nxirrmë prej burgut,
që ta përlëvdoj emrin tënd.
Të drejtët do të mblidhen rreth meje,
se ti do të më mbushësh me të mira.