1 Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς ᾠδῆς.
2 Ὁ θεὸς οἰκτιρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς,
ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾽ ἡμᾶς
διάψαλμα
3 τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου,
ἐν πᾶσιν ἔθνεσιν τὸ σωτήριόν σου.
4 ἐξομολογησάσθωσάν σοι λαοί, ὁ θεός,
ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
5 εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη,
ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι
καὶ ἔθνη ἐν τῇ γῇ ὁδηγήσεις.
διάψαλμα.
6 ἐξομολογησάσθωσάν σοι λαοί, ὁ θεός,
ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
7 γῆ ἔδωκεν τὸν καρπὸν αὐτῆς·
εὐλογήσαι ἡμᾶς ὁ θεὸς ὁ θεὸς ἡμῶν.
8 εὐλογήσαι ἡμᾶς ὁ θεός,
καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.