1 Τοῦ Δαυιδ.
Πρὸς σέ, κύριε, ἐκέκραξα,
ὁ θεός μου, μὴ παρασιωπήσῃς ἀπ᾽ ἐμοῦ,
μήποτε παρασιωπήσῃς ἀπ᾽ ἐμοῦ
καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
2 εἰσάκουσον τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ δέεσθαί με πρὸς σέ,
ἐν τῷ με αἴρειν χεῖράς μου πρὸς ναὸν ἅγιόν σου.
3 μὴ συνελκύσῃς μετὰ ἁμαρτωλῶν τὴν ψυχήν μου
καὶ μετὰ ἐργαζομένων ἀδικίαν μὴ συναπολέσῃς με
τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν,
κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν.
4 δὸς αὐτοῖς κατὰ τὰ ἔργα αὐτῶν
καὶ κατὰ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν·
κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν δὸς αὐτοῖς,
ἀπόδος τὸ ἀνταπόδομα αὐτῶν αὐτοῖς.
5 ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα κυρίου
καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ·
καθελεῖς αὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς.
6 εὐλογητὸς κύριος, ὅτι εἰσήκουσεν τῆς φωνῆς τῆς δεήσεώς μου.
7 κύριος βοηθός μου καὶ ὑπερασπιστής μου·
ἐπ᾽ αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην,
καὶ ἀνέθαλεν ἡ σάρξ μου·
καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ.
8 κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ
καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ χριστοῦ αὐτοῦ ἐστιν.
9 σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου
καὶ ποίμανον αὐτοὺς καὶ ἔπαρον αὐτοὺς ἕως τοῦ αἰῶνος.