1 O come, let us sing unto the LORD: let us make a joyful noise to the rock of our salvation.
2 Let us come before his presence with thanksgiving, and make a joyful noise unto him with psalms.
3 For the LORD is a great God, and a great King above all gods.
4 In his hand are the deep places of the earth: the strength of the hills is his also.
5 The sea is his, and he made it: and his hands formed the dry land .
6 O come, let us worship and bow down: let us kneel before the LORD our maker.
7 For he is our God; and we are the people of his pasture, and the sheep of his hand. To day if ye will hear his voice,
8 Harden not your heart, as in the provocation, and as in the day of temptation in the wilderness:
9 When your fathers tempted me, proved me, and saw my work.
10 Forty years long was I grieved with this generation, and said, It is a people that do err in their heart, and they have not known my ways:
11 Unto whom I sware in my wrath that they should not enter into my rest.
1 Ὅτε ὁ οἶκος ᾠκοδομεῖτο μετὰ τὴν αἰχμαλωσίαν· ᾠδὴ τῷ Δαυιδ.
Ἄισατε τῷ κυρίῳ ᾆσμα καινόν,
ᾄσατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ·
2 ᾄσατε τῷ κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ,
εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ·
3 ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὴν δόξαν αὐτοῦ,
ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ.
4 ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα,
φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς·
5 ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια,
ὁ δὲ κύριος τοὺς οὐρανοὺς ἐποίησεν·
6 ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ,
ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ.
7 ἐνέγκατε τῷ κυρίῳ, αἱ πατριαὶ τῶν ἐθνῶν,
ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν·
8 ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ,
ἄρατε θυσίας καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ·
9 προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ,
σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ.
10 εἴπατε ἐν τοῖς ἔθνεσιν Ὁ κύριος ἐβασίλευσεν,
καὶ γὰρ κατώρθωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται,
κρινεῖ λαοὺς ἐν εὐθύτητι.
11 εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ,
σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς·
12 χαρήσεται τὰ πεδία καὶ πάντα τὰ ἐν αὐτοῖς,
τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ
13 πρὸ προσώπου κυρίου, ὅτι ἔρχεται,
ὅτι ἔρχεται κρῖναι τὴν γῆν·
κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ
καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ.