To the chief Musician, A Psalm of David, to bring to remembrance.
1 Make haste , O God, to deliver me; make haste to help me, O LORD.
2 Let them be ashamed and confounded that seek after my soul: let them be turned backward, and put to confusion, that desire my hurt.
3 Let them be turned back for a reward of their shame that say, Aha, aha.
4 Let all those that seek thee rejoice and be glad in thee: and let such as love thy salvation say continually, Let God be magnified.
5 But I am poor and needy: make haste unto me, O God: thou art my help and my deliverer; O LORD, make no tarrying.
1 Τῷ Δαυιδ· υἱῶν Ιωναδαβ καὶ τῶν πρώτων αἰχμαλωτισθέντων.
Ὁ θεός, ἐπὶ σοὶ ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.
2 ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με,
κλῖνον πρός με τὸ οὖς σου καὶ σῶσόν με.
3 γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν
καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με,
ὅτι στερέωμά μου καὶ καταφυγή μου εἶ σύ.
4 ὁ θεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ,
ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος·
5 ὅτι σὺ εἶ ἡ ὑπομονή μου, κύριε·
κύριος ἡ ἐλπίς μου ἐκ νεότητός μου.
6 ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός,
ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής·
ἐν σοὶ ἡ ὕμνησίς μου διὰ παντός.
7 ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς,
καὶ σὺ βοηθὸς κραταιός.
8 πληρωθήτω τὸ στόμα μου αἰνέσεως,
ὅπως ὑμνήσω τὴν δόξαν σου,
ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου.
9 μὴ ἀπορρίψῃς με εἰς καιρὸν γήρους,
ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με.
10 ὅτι εἶπαν οἱ ἐχθροί μου ἐμοὶ
καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου ἐβουλεύσαντο ἐπὶ τὸ αὐτὸ
11 λέγοντες Ὁ θεὸς ἐγκατέλιπεν αὐτόν·
καταδιώξατε καὶ καταλάβετε αὐτόν,
ὅτι οὐκ ἔστιν ὁ ῥυόμενος.
12 ὁ θεός, μὴ μακρύνῃς ἀπ᾽ ἐμοῦ·
ὁ θεός μου, εἰς τὴν βοήθειάν μου πρόσχες.
13 αἰσχυνθήτωσαν καὶ ἐκλιπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴν ψυχήν μου,
περιβαλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κακά μοι.
14 ἐγὼ δὲ διὰ παντὸς ἐλπιῶ
καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου.
15 τὸ στόμα μου ἐξαγγελεῖ τὴν δικαιοσύνην σου,
ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου,
ὅτι οὐκ ἔγνων γραμματείας.
16 εἰσελεύσομαι ἐν δυναστείᾳ κυρίου·
κύριε, μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου.
17 ἐδίδαξάς με, ὁ θεός, ἐκ νεότητός μου,
καὶ μέχρι νῦν ἀπαγγελῶ τὰ θαυμάσιά σου.
18 καὶ ἕως γήρους καὶ πρεσβείου, ὁ θεός, μὴ ἐγκαταλίπῃς με,
ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σου πάσῃ τῇ γενεᾷ τῇ ἐρχομένῃ,
τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου.
19 ὁ θεός, ἕως ὑψίστων ἃ ἐποίησας μεγαλεῖα·
ὁ θεός, τίς ὅμοιός σοι;
20 ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακάς,
καὶ ἐπιστρέψας ἐζωοποίησάς με
καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με.
21 ἐπλεόνασας τὴν μεγαλοσύνην σου
καὶ ἐπιστρέψας παρεκάλεσάς με
καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με.
22 καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύει ψαλμοῦ τὴν ἀλήθειάν σου, ὁ θεός·
ψαλῶ σοι ἐν κιθάρᾳ, ὁ ἅγιος τοῦ Ισραηλ.
23 ἀγαλλιάσονται τὰ χείλη μου, ὅταν ψάλω σοι,
καὶ ἡ ψυχή μου, ἣν ἐλυτρώσω.
24 ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου,
ὅταν αἰσχυνθῶσιν καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι.